Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Δοκεῖ μοι δὴ χρήσασθαι, ἂν ᾖ, ὁ Ἐπίκουρος τῷ Φρυγίῳ τούτῳ αἰνίγματι πρὸς τὸν τῆς ἡδονῆς κατήγορον, τῇ μὲν φωνῇ ἀνδριζόμενον, τῇ δὲ γνώμῃ, καθάπερ τῇ χειρί, ἐκτεινόμενον ἐφ᾿ ἡδονῇ.

Τίς γὰρ οὕτω πολεμήσαιτο ἑαυτῷ, ὥστε τὸ μόνον δὴ πραγμάτων τῇ αὑτοῦ φύσει ἐπα|γωγότατον ἀποσείσασθαι ἑκών;

[*](6b)[*](1 ἔλαφον διώκει λέων sq. cf. Phaedri fab. append. III 18 (lupus pastor et venator) || 6 τὴν χεῖρα ἀποτείνας sq. cf. Phaedr. ‘at oculis clam designat partem dexteram’ || 15. 16 μόνον . . φύσει)[*](1 ἔλαφον — 2 καταδύεται v (: ὑπεξάγει) || 3 ἐπιστὰς — 5 ἔλα- φον v (: πτήσσω))[*](1 in mge μῦθος (schol. vet. u) (ut p. 235. 13) R! || 6 ᾤχετο] in mge ὤσατο (schol. vet. b) R!)[*](2 δρυμῶν M δρυμῶνα N (in mge corr.) α(δ) | βαθήν MV || 3 προέχει Ϛ(δ) || 4 〈τὸν〉 ποιμένα α(δ) corr. Markl. | εἶδεν N cum R! | πτήξασαν τὴν] πτήξασάν τινα Markl. || 5 εἰδέναι] ἰδεῖν Markl. || 6 ἀνατείνας α(δ) | ᾤχετο] in mge ὤσατο fortasse reci- piendum vi. p. 34. 14 (εἰς Λύκειον ὤσατο) p. 235. 16; 236. 12 || 7 τις om. α(δ) || 9 ἄρα] ἅμα Reiske (Duebn.) improb. Schenkl || 10 εἰς MNα(δ) || 11 δὴ (post μοὶ) om. R (pr. man.) N δὲ α(δ) | ἂν ᾖ ut or. 24. 4d al. (‘si vivat’ σ2)] ἂν καὶ Nα(δΔ) ᾖ om. BMQV || 14 ἡδονήν Reiske || 14. 15 γὰρ 〈ἂν〉 οὕτω Reiske et ita Meiser || 15 πολεμήσαι αὐτὸς Reiskc || 16 ἐπαγωγότερον N)
369

Τὰ μὲν γὰρ ἄλλα, ἃ ὑπʼ ἀνθρώπων διώκεται, ἢ πείρᾳ γνωρισθέντα παρεδέχθη, ἢ τέχνῃ δοκιμασθέντα ἐτιμήθη, ἢ λόγῳ ἐξετασθέντα ἐπιστεύθη, ἢ χρόνῳ βασανισθέντα ἠγαπήθη·

ἡδονὴ δὲ καὶ λόγου ἀδεής, καὶ τέχνης πρεσβυτέρα, καὶ τὴν πεῖραν φθάνει, καὶ οὐκ ἀναμένει χρόνον, ἀλλὰ ὑπερφυὴς ἡ πρὸς αὐτὴν φιλία καὶ ἡλικιῶτις τῶν σωμάτων, ὥσπερ κρηπίς, τῇ σωτηρίᾳ τοῦ ζῴου ὑποβέβληται· ἣν εἴ τις ἀφέλοι, τὸ γενόμενον εὐθὺς οἴχεσθαι δεῖ.

Ἐπιστήμην μὲν γάρ, καὶ λόγον, καὶ τοῦτο δὴ τὸ θρυλούμενον, τὸν νοῦν αὐτόν, προῖὼν τῷ χρόνῳ ὁ ἄνθρωπος, τῇ κατὰ βραχὺ ἐντεύξει [*](Ed, Duebn p. 7) τῶν αἰσθήσεων διὰ τῆς πείρας ξυνενεικάμενος, ἤθροισεν ἐφʼ ἑαυτῷ·

ἡδονὴν δὲ αὐτοδίδακτος παρὰ τῆς φύσεως λαβὼν ἔχει ἐξ ἀρχῆς εὐθύς· καὶ ταύτην μὲν ἀγαπᾷ, πολεμεῖ δὲ τῷ ἀλγεινῷ· καὶ ὑπὸ μὲν τῆς σώζεται, ὑπὸ δὲ τοῦ ἀλγεῖν φθείρεται.