Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

τὸν δὲ ἄνθρωπον ἀποδύσασα τουτωνὶ τῶν περιβλημάτων, ἀπέφηνεν γυμνὸν καὶ ἀσθενῆ καὶ ἄτριχον, καὶ ῥώμην ἀσθενῆ, καὶ θεῖν βράδιστον, καὶ ἀνίπτασθαι ἀμήχανον, καὶ νήχειν ἀμβλύτατον·

ἐνέφυσεν δέ τι αὐτῷ ζώπυρον ἀφανὲς [*](10 τὸν . . ἄνθρωπον . . . ἀπέφηνεν γυμνὸν sq. cf. Dio Chrys. VI 26 ἐπεὶ δὲ ἔλεγόν τινες οὐ δυνατὸν εἶναι ζῆν τὸν ἄνθρωπον ὁμοίως τοῖς ἄλλοις ζῴοις διὰ τὴν ἁπαλότητα τῶν σαρκῶν καὶ διότι ψιλός ἐστιν, οὔτε θριξὶ σκεπόμενος . . οὔτε πτεροῖς οὐδὲ δέρμα ἰσχυρὸν ἀμπέχεται sq. schol. ad Hesiod. op. et di. 42 (Gaisford poet. min. 3. 59) γυμνοὶ οὕτω τυγχάνοντες καὶ σκέπης καὶ χρημάτων ὄντες ἐπιδεεῖς || 14 ἐνέφυσεν sq. cf. Plut. de fort. 3 ἀλλʼ ἓν δι- δοῦσα . . τὸν λογισμὸν Orig. c. Cels. 215) [*](1. 2 τὸ ἑκάστου — 6 φύσις x || 6 ἡ φύσις — p. 366. 5 λόγῳ p (om. tamen 12 καὶ ἄτριχον — 14 ἀμβλύτατον et p. 366. 2 ᾧ διατελεῖ — p. 366. 3 τῶν σωμάτων)) [*](1 〈ὁμοίως δὲ〉 καὶ τὰ ἀγαθά Reiske | ἀγαθά ÷÷÷÷÷÷: καὶ R! || 2 in mge CH(MEIWCAI) (schol. vet. u) R! || 5 ὄργανα) ἔργα RxB (in mge corr.) | τῷ φύσεως nescio unde δΔ || 6 καὶ διὰ τοῦτο om. p || 7 ἕκαστον Reiske || 8 ἀλκαῖς MNα(δ) corr. Dav.1 (ex a) || 9 τὰ δὲ — ῥώμῃ om. p | ὀδόντων] κεράτων Markl. | κερά- των] ὀδόντων Markl || 10 θυμῷ] χυμῷ Wakefield (silv. cr. III 144) || 11 προβλημάτων Wakefield (Duebn.) || 12 ἀσθενῆ om. φ ἀναισθῆ Markl. ἀστεγῆ Orelli ἀσκεπῆ Wakefield (Duebn.) uncis incl. Δ⁰ ἄτριχον] ἄτεχνον Markl. sed cf. Dio Chrys. VI 26 διότι ψιλός ἐστιν οὔτε θριξὶ σκεπόμενος || 13 νήχεσθαι Reiske )

366
πρὸς σωτηρίαν βίου, ὃ καλοῦσιν οἱ ἄνθρωποι νοῦν, διατελεῖ σωζόμενον, καὶ τὰς ἀπορίας ἐξιώμενον τοῦ βίου, καὶ θεραπεῦον τὴν ἔνδειαν τῶν σωμάτων, καὶ ἀντιτεχνώμενον ταῖς τῶν ἄλλων ζῴων πλεονεξίαις, καὶ πάντων κρατοῦν καὶ ὑπάγον τῷ τοῦδε νόμῳ καὶ λόγῳ.

Ἔρου δή με καὶ περὶ τοῦ ἀνθρώπου· σκεπτέον τὸ τούτου ἀγαθόν, ποῦ καὶ τίνα τρόπον.

Ἀποκρινοῦμαί σοι ὡς περὶ τοῦ λέοντος, ὡς περὶ τοῦ ὄρνιθος, ὡς [*](Ed. Duebn. p.6)περὶ τῶν || ἄλλων ἁπάντων ἀπεκρινάμην· ἐνταῦθα ζήτει τὸ ἀνθρώπου ἀγαθόν, ὅπου τὸ ἀνθρώπου ἔργον. Ποῦ δὲ εὕρω τὸ ἔργον; ὅπου τὸ ὄργανον. Ποῦ δὲ εὕρω τὸ ὄργανον; ὅπου τὸ διωκόμενον. Ἐντεῦθεν ἄρξαι.

Τί ἀνθρώπου διασωστικόν; ἡδονή· Πρᾶγμά μοι κοινὸν λέγεις, ἐπὶ πάσας φύσεις ἐξικνούμενον, καὶ διὰ τοῦτο αὐτοῦ τὴν προτιμίαν οὐκ ἀνέχομαι· ἥδεται καὶ βοῦς, ἥδεται καὶ ὄνος, καὶ σῦς, καὶ πίθηκος. Ὅρα ποῦ τάττεις τῶν ἀνθρώπων τὸ γένος, τίνας αὐτῷ κοινωνοὺς τῶν ἀγαθῶν δίδως.

Εἰ δὲ ἡδονὴ τὸ σῶζον, ζήτει μετὰ τοῦτο, τί ἡδονῆς ὄργανον· ἐντεύξῃ δὲ πολλοῖς καὶ παντοδαποῖς· καὶ μέχρι μὲν ὀφθαλμῶν καὶ ὤτων τίμα τὰ ὄργανα· ἐὰν δὲ προέλθῃς περαιτέρω, ἐπὶ τὰς ἡδονῆς | ὁδούς, ὅρα τίσιν ὀργάνοις [*](6a) ἀνατίθης τὴν σωτηρίαν.