Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Δείξεις δέ πως οὐ μᾶλλον, ἢ λύπην· οὐδὲν γὰρ ὑγιὲς οὐδὲ εἰλικρινὲς τούτων κατεστήσατο τοῖς ἀνθρώποις ἡ φύσις, ἀλλὰ ἀναμέμικται πανταχοῦ τὰ λυπηρὰ τοῖς ἡδέσιν, ἑκάτερον ἐν ἑκατέρῳ φυρόμενον· ἀνάγκη δὲ αἱρούμενον θάτερον καὶ τοῦ ἄλλου μετέχειν εὐθύς·

ἅτε γὰρ ἀλλήλοις συμπεφυκότα, τὸ ἕτερον τῷ ἑτέρῳ ἐπιρρεῖ, καὶ ἀντικαταλλάττεται τὰς γενέσεις, καὶ ἀμείβει τὰς συνουσίας.

Ὑπὸ δὲ τῆς παλιρροίας ταύτης ψυχὴ κυκωμένη, πῶς ἄν ποτε ἐπιλάβοιτο ἀλυπίας, συνοῦσα ἀγαθοῖς ἐστερημέ|νοις;

[*](3b)

Ἐγὼ καὶ θαλάττῃ διὰ τοῦτο ἀπιστῶ, κἂν νήνεμος ᾖ, κἂν γαλήνην ἔχῃ· ὑποπτεύω γὰρ αὐτῆς τὴν [*](5 ἡδονὴν ἐπαινουμένην vi. or. 17. 5f ἔπαινος sq.) [*](3 ἀμελήσω — 9 φυρόμενον x || 8 ἀναμέμικται — 14 ἀλυπίας p) [*](4 λύπης ἀμιγῆ] in mge ἡδονὴ ἄλυπος οὐκ ἔστι x) [*](1 πεῖσαι] στῆσαι 〈αὐτὴν〉 Duk.〈βεβαίαν〉 δεῖξαι Markl. || 2 δυ- νηθῇ, 〈ὡς ἀσφαλής〉 (coll. infra ἡδονὴν ἀσφαλῆ et p. 360. 6) Hob. | εἰ δὲ] μηδὲ Reiske (Duebn.) ὅτι Orelli μὴ Schenkl | μὴ δυνηθῇ] μὴ δυνατή Orelli τουτὶ (τοῦτο) γὰρ (δὲ) ἐὰν δυνηθῇς (-θῇ) Reiske (Duk.) τὴν ἡδονὴν Combes ἂν (εἰ) δὲ δυνηθῇ Duebn. (Schenkl) || 3 ἀνέχομαι MN | ἡδόμενος τὸν πάντα χρόνον] τοῦ λόγου MNα(δ) || 5 δείξης BV || 5. 6 δὲ πῶς; α(δΔ) || 9 ἐν (ante ἑκατέρῳ) om BHx (Δ⁰) | φερόμενον BH || 10. 11 ξυμπεφυκότα MV || 11. 12 ἀντικαταλ- λάττεται] αὐτίκα καταλλάττεται B || 14. 15 ἐστερημένοις (scil. τῆς βεβαιότητος)] ἐστραμμένοις ‘adnotatumʼ reperit Steph. (inscius ‘an ex alio exemuplari an ex coniecturaʼ) ἐφημέροις Dav.1 ἀσφα- λείας (vel βεβαιότητος) ἐστερημένοις Dav.2 ἐστηριγμένοις Markl. ἐστερησομένοις Reiske ἐπτερωμένοις Meiser || 15 ἐγὼ δὲ καὶ MN α(δ) | διὰ τοῦτο om. MNφα(δ) add. Steph. (ex ρ))

358
ἡσυχίαν· εἰ δέ με βούλει πιστεῦσαι γαλήνῃ, ἄγε λαβὼν εἰς πέλαγος ἀσφαλές, [*]((δ 566))
  • ἔνθ᾿ οὐκ ἔστ᾿ ---οὔτ᾿ ἂρ χειμὼν πολύς,
  • [*]((ζ 43/45))
  • οὔτέ ποτ᾿ ὄμβρῳ
  • δεύεται, --- ἀλλὰ μάλ᾿ αἴθρη
  • πέπταται ἀννέφελος, λευκὴ δ᾿ ἐπιδέδρομεν
  • αἴγλη.
  • Συγκεκλήρωται δὲ καὶ ἡ ψυχὴ τοιούτῳ πάθει· καὶ μέχρις ἂν αὐτῇ ἀπῇ μὲν ὁ κυβερνήτης, ἀπῇ δὲ καὶ ἡ τέχνη, κἂν γαλήνην ἴδῃ, χειμῶνα δέδιεν· κἂν χειμῶνι ἐντύχῃ, γαλήνην ποθεῖ.

    Ἀνδρὸς γὰρ βίος πρὸς ἡδονὴν νενευκότος, καὶ λύπην ἐπτοημένου, κοῦφος καὶ ψοφοδεὴς καὶ ἄπιστος καὶ θαλάττης πάσης ἀδηλότερος.