Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

καὶ οὔτε ὁ κυβερνήτης ὅ, τι χρήσαιτο τῇ τέχνῃ εἷχεν, ὅ, τε ἁβρὸς ἐκεῖνος ὄχλος ἔκειτο ἐκπλαγὴς καὶ στένων·

κατήριπεν δὲ ὁ χειμὼν τὰ θαυμαστὰ ἐκεῖνα πάντα, [*]((Ι 541))

  • πολλὰ δʼ ὅ γε προθέλυμνα χαμαὶ βάλε δούρατα
  • μακρά· ||
  • [*](Ed. Duebn. p.3)διελύετο δὲ καὶ ἡ βασιλεία, καὶ οἱ θάλαμοι, καὶ τὰ λουτρά, καὶ ἐξέπιπτεν εἰς γῆν πόλεως ναυάγια·

    [*]((μ 418/9))

  • οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
  • κύμασιν ἐπιφορέοντο.
  • Τοῦτο τέλος ἀνοήτου ἐπιβάτον, καὶ ἀχρήστου νεώς, καὶ ἀκαίρου τρυφῆς.

    Ἐπανάγωμεν δὲ αὖθις ἐπὶ τὸν λόγον, ὡς τὴν εἰκόνα ταύτην παρελάβομεν. Ἔοικεν γὰρ ἀμέλει καὶ οὗτος οὐ πλοῦν βραχύν, οὐδὲ ἡμερῶν ὀλίγων ἡμῖν δρόμον διαγωνιουμένοις, ἀλλὰ τὸν τοῦ ζῆν ξύμπαντα χρόνον νομοθετεῖν ἡδονὰς οὐδὲν τῶν θαλαττίων ἐκείνων ἀσφαλεστέρας·

    μήπω γάρ τις ἡμᾶς πειθέτω λόγος, [*](2. 3 σῶμα . . καρηβαροῦν ut ψυχὴ vi. or. 10. 9b; 27. 5h || 3 οὔτε ὁ κυβερνήτης . . ὅ, τε ὄχλος sq. vi simil. or. 27. 6c || 20 μήπω sq. ut or. 28. 1e) [*](1 〈πρὸς〉 τὴν ἐμβολὴν Steph τὴν ἡδονὴν MNα corr. Steph. (ex ρ) | ἀνεμάχοντο Markl. || 4 ὅ, τε] οὔτε φα(δ) || 5 ὄχλος om. B | 〈ἀλλʼ〉 ἔκειτο φα(δ) | ἐκπλαγὴς RVQ (pr. man.) ἐκπληγὰς N ἐκπλαγεὶς cett. (δΔ) | κατήριπε (-εν) QV κατήρειπε cett. (δΔ⁰) || 6 πάντα ἐκεῖνα B || 7 δούρατα] δένδρεα Homerus || 9 καὶ (ante ἠ βασιλεία) om. BMNVα(δ) | τὰ βασίλεια α(δΔ) improb. Scbenkl || 11 κορώνησιν QV | ἵκελοι Bα(δ) || 12 ἐπεφέροντο BH ἐμφορέοντο Heins. (Δ) cum Homero || 13 τοῦτο 〈τὸ〉 τέλος B et ita Reiske || 15 ὡς] ᾧ Heins. (Δ) || 16 παρεβάλλομεν Markl. (Duebn.) || 17. 18 δρόμον ἡμῖν ϛ(δΔ⁰) || 18 διαγωνιούμενος B)

    357
    ὡς οὐκ ἀγαθὸν ἡδονή, ἀλλὰ ἀγωνιζέσθω, ἐὰν πεῖσαι δυνηθῇ, 〈ὡς ἀσφαλής〉. Εἰ δὲ μεταβάλλειν μὴ δυνηθῇ, ἀνέξομαι, ἡδόμενος τὸν πάντα χρόνον, καὶ ἀμελήσω τῆς ἀρετῆς, ἐάν μοι δείξῃς ἡδονὴν ἀσφαλῆ καὶ λύπης ἀμιγῆ, ἡδονὴν ἀμετάγνωστον, ἡδονὴν ἐπαινουμένην.