Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
ψυχῇ καὶ σώματι καὶ λίθῳ, τρισὶ τούτοις ἐπινείμας τέχνας τρεῖς, ὧν αἱ μὲν ὕλαι κόσμου ἐνδεεῖς, ἡ δὲ τέχνη, προσαγαγοῦσα ἑκάστης ἑκάστῳ τὸ οἰκεῖον σχῆμα, περιέβαλλεν τὸν μὲν λίθον ῥυθμοῖς καὶ σχήμασιν εἰς μορφῆς εἶδος, τὸ δὲ σῶμα ἁρμονίαις καὶ κράσεσιν εἰς ὑγιείας μέτρον, τὴν δὲ ψυχὴν συμμετρίαις καὶ εὐκινησίαις [*](115b)εἰς ἀρετῆς κόσμον.
Κἂν καλῇς τι τούτων τέχνην, τὸ τοῦ δράσαντος ὄνομα τῷ ποιηθέντι ὑπὸ φιλίας προστιθείς, οὕτω μοι δοκεῖς καλεῖν, ὥσπερ ἂν εἰ καὶ ἥλιον καλεῖς τὴν ἐξ ἡλίου αὐγήν, ἑτέραν οὖσαν τοῦ ἡλίου, ποίημα ἡλίου, οὐκ αὐτὸ ἥλιον.
Καὶ μὲν δὴ καὶ ἀμφοτέρωθεν σκόπει τὸ λεγόμενον. Ἐξετάζωμεν, τί μὲν τέχνη, τί δὲ ἀρετή. Τέχνην τοίνυν [*](1 ἀρετὴν . . ψυχῆς ὑγίειαν sq. cf Plat republ. IV 444 ἀρετὴ ὑγίειά τε τις ἄν εἴη καὶ κάλλος καὶ εὐεξία ψυχῆς Albin. 29 Apul. dogm. Plat. lI 5 || 3 τρισὶ τούτοις . . τέχνας τρεῖς sq. cf Diog Laert. VII 90 (ἀρετή) . . ἡ μέν τις κοινῶς παντὶ τελείωσις) [*](15 in mge τί τέχνη (schol. recent ) R! | in mge R! (schol. vet. u) N (verbis quattuor prioribus rubro col. scriptis) ὁ κατὰ τέχνην λόγος ὁ μὲν διὰ χειρουργίας ὁ δὲ πράξεως οὐκ ἄνευ ὁ δὲ λόγος μόνος ἄνευ ὑπομένοντός τινος ἐρ- σώματος καὶ οὗτός τινος σώματος ἐφʼ ἑαυτοῦ κρα- γαστικός· οἰκία· ναῦς ἐργαστικός· νίκη· ὑγίεια· τυνόμενος· γεωμετρία· δίκαιον ἀριθμητική) [*](4 ὗλαι Duebn. || 5 ἑκάστης Hob. ἑκάστηι R! ἑκάστη cett (δΔ) || 5. 6 περιέβαλε α(δ Δ) || 6 σχήμασιν] κράσεσιν M || 8 ὑγείας MN || 8. 9 εὐκινησίαις ἀρετῆς (suprascr. εἰς) R! || 10 ὑπὸ φιλίας] ὑπʼ ἀφελείας Scaliger (Duebn.) || 12 καλῇς Ϛ(θ) καλοῖς (καλοίης in adn. crit.) Duebn || 13 ἡλίου, ποίημα om α(δ) ἡλίου 〈καὶ〉 οὐκ MN α(δ) | αὐτὸν α(δ))
τὸν δὲ αὗ πράξεώς τινος ἐργαστικόν, οὐκ ἄνευ σώματος ἀπεργαζόμενον, ἀλλʼ ἐν μὲν στρατηγίᾳ νίκην, ἐν δὲ ἰατρικῇ ὑγίειαν, ἐν δὲ πολιτικῇ [*](γʹ)δικαιοσύνην· τρίτον δʼ αὗ τεχνῶν εἶδος αὐτὸ λόγον ἄνευ σωμάτων ἐφʼ ἑαυτοῦ κρατυνόμενον, καὶ περὶ αὐτὸν τὴν πραγματείαν ἔχοντα, ὁποῖαι τέχναι γεωμετρικαὶ καὶ ἀριθμητικαί, καὶ ὅσαις τὸ τέλος διανοητικόν, αὐτὸ τοῦτο, οὔτε δὴ πρακτικόν, οὐδὲ ποιητι||κόν. [*]( Ed. Duebn. p.132)Εἶεν.
Τριῶν τούτων τέχνης γενῶν, κατὰ