Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τοῦτον τὸν ἔπαινον φθέγγεται τὰ μέλη τῆς ψυχῆς, τὰ ἀκόλαστα, τὰ κρίνειν ἀσθενῆ, τὰ ἀπατᾶσθαι πεφυκότα·

[*]((Γ 156/7))

οὐ νέμεσις Τρῶας καὶ εὐκνήμιδας Ἀχαιοὺς τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν. Ὁρᾷς τοῦ ἐπαίνου τὴν μοχθηρίαν, ἀντικαταλλασσομένου γύναιον μανὲν καὶ τὴν ἀπʼ αὐτοῦ ἡδονήν, Ἑλφητί,

ληνικῶν καὶ Τρωῖκῶν κακῶν; Ἔστι κἀνταῦθα ἐπαινέτης τοιοῦτος, ἐπειδάν τις ἐντυχὼν ἀκολάστῳ λόγῳ, τὸ μὲν ἀπατηλὸν αὐτοῦ μὴ γνωρίσῃ, τὸ δὲ ἡδὺ στέρξῃ, κατὰ βραχὺ ὑποφερόμενος ταῖς καθʼ ἡμέραν ἡδοναῖς ἀψοὥσπερ [*](2 γόνιμοι ut or. 1. 7 c et g || 3 ὄγχνη . ἐπὶ ὄγχνῃ sq. vi. or. 14. 1. i || 12 φθέγγεται τὰ μέλη ψυχῆς vi. or. 27. 5 h etiam or. 7. 5 e) [*](1 πῶς — 20 κακῶν alia manu M || 3 αὐτοῦ Markl. | ἢ] ἡ Δ unde ἡ Markl. (Duk.) || 7 τρόφιμος (φι in ras.) R! | ἀνακιρναμενος (ιρν in ras.) R! || 8 ἐπιῤῤέει α(δ Δ) cum Homero || 12 φθέγγεται μὲν τὰ MN α (δ) || μέρη Markl. (Duebn) || 16 τοιῇ δʼ Δ || 19 γύ- ναιον μανὲν Hob γύναια μὲν RMN γύναιον μὲν α (δ) γύναιον ἓν Markl. (Δ) || 23 ὑποφερόμενος (ερ in ras.) R! | ταῖς δὲ καθʼ MN )

303
τῶν πλεόντων οἱ πνευμάτων μὲν ἐξ οὐρίας πρὸς τὸν ἀληθῆ δρόμον οὐ τυχόντες, ῥεύματι δὲ γαληνῷ διʼ ἀκυμάντου τῆς θαλάττης εἰς ἠϊόνας ἐρήμους ἢ ῥαχίας δυσχερεῖς ἐκπεπτωκότες· μετὰ τοῦτο προσηνέχθη λαθὼν ἀμαθίᾳ, καὶ μετὰ τοῦτο φιληδονίας πάσης ἠϊόνος ἐρημοτέροις χωρίοις, καὶ πάσης ῥαχίας δυσχερεστέροις, ἀγαπῶν τὴν πλάνην καὶ χαίρων τῇ ψυχαγωγίᾳ· ὥσπερ οἱ πυρέττοντες, ἐμπιπλάμενοι ποτοῦ καὶ σιτίων παρὰ τοὺς τῆς τέχνης νόμους·

παρατιθέντες γὰρ κακὸν κακῷ, νόσῳ πόνους, αἱροῦνται ἡδόμενοι νοσεῖν μᾶλλον, ἢ πονοῦντες ὑγιασθῆναι. Καί τις ἤδη ἰατρὸς εὐμήχανος ἀνεκέρασεν βραχεῖαν ἡδονὴν τῷ ἀλγεινῷ τῆς ἰάσεως·

ποριστὴς δὲ ἡδονῆς, καὶ παντοίας ἡδονῆς, οὔτε ὁ Ασκληπιός, οὔτε οἱ Ἀσκληπιάδαι, ἀλλʼ ὀψοποιῶν τὸ ἔργον.

Οὐδὲν δὲ σεμνότερον ἀκόλαστος λόγος τῶν τῆς γαστρὸς κολακευμάτων· ἐὰν γὰρ τούτου ἀφέλῃς μὲν τὸ ὠφελοῦν, τερπνὸν δὲ προσθῇς, [*](109 b)ἰταμὸν καὶ ἄκρατον ἰσοτιμίαν καὶ ἰσηγορίαν χειρο|τονεῖς λόγου πρὸς τὰ αἰσχρὰ πάντα, ὅσα διʼ αἰσθήσεων ἐπὶ ψυχὴν ἔρχεται, ὑφʼ ἡδονῆς παραπεμπόμενα.