Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἀλλὰ τούς μὲν ὀψοποιοὺς τούτους τοῖς συμποσίοις ἐῶμεν, καὶ γαστρὸς καὶ ἀκοῆς ὑπηρέτας πονηρούς·

ἡμῖν [*](1 ὥσπερ sq. simil vi. or. 30. 2 a οὐδὲ ἐοικὸς sq. || 3 ἠϊονας. ῥαχίας δυσχερεῖς or. 30. 2 d || 8 οἱ πυρέττοντες vi. or. 7. 4 g 12 ἰατρὸς sq. cf. Plut. lib. educ 18 Themist. 24. 302 b; 5. 63 d Xenoph. mem. IV 2. 17 Iulian. VIII 243 d Simplic. in Epict. 283 vi etiam or. 4. 6 d || 14 Ἀσκληπιός . . Ἀσκληπιάδαι vi. or. 14. 8 g 15 ὀψοποιῶν τὸ ἔργον vi. or. 14. 8 g || 22 ἡμῖν sq. vi. or. 22. 3 b sq.) [*](3 διὰ κυμάτου MN || 5. 6 τοῦτο φιληδονίᾳ Schenkl τοῦτο 〈ὑπὸ〉 φιληδονίας φ α (δ Δ) sed coniungenda φιληδονίας et χω- ρίοις || 8 ψυχαγωγίᾳ (αγ in ras.) R! || 10 νόσον φ α νόσον νόσῳ nescio unde δ || 11 ὑγιασθῆναι (υγι in ras.) R! || 11. 12 καί τοι Reiske || 12 ἀνεκέρασεν (σεν in ras.) R! || 17 〈τὸ 〉 τερπνὸν Markl. (Duebn.) προσθεὶς MN || 18 ἱταμὸν R || 20 παραπεμπόμεν R! (pr. man.) MN || 22 γαστρὸς „veneris . . ministros“ σ²)

304
δὲ δεῖ λόγου ὀρθοῦ καὶ διανεστηκότος, μέγα βοῶντος, καὶ τὰς ψυχὰς αὑτῷ συνεπαίροντος ὑπὲρ τὴν γῆν ἄνω, καὶ ὅσα περὶ γῆν παθήματα ἡδονῶν καὶ ἐπιθυμημάτων, καὶ φιλοτιμιῶν, καὶ ἐρώτων, καὶ ὀργῆς καὶ λύπης καὶ μέθης ἐχόμενα·

ὧν συμπάντων κρείττονα χρὴ γεμέσθαι [*](Ed. Duebn. p.125)τὸν τῷ φιλοσόφῳ λόγῳ συνανιστάμενον ῥήτορα ἀληθῆ, οὐκ ἀργόν, οὐδὲ ἐκλελυμένον, οὐδʼ ἐπίχριστον κατὰ τὴν τέχνην, οὐδὲ ἐν δικαστηρίῳ μόνον

ἐν ἀμφιβόλῳ ἐπικουρίᾳ τεταγμένον· ἀλλὰ πανταχοῦ καὶ ἐν ἅπαντι ἐξεταζόμενον, ἐν μὲν ἐκκλησίαις σύμβουλον φρόνιμον, ἐν δὲ δικαστηρίοις ἀγωνιστὴν δίκαιον, ἐν δὲ πανηγύρεσιν ἀγωνιστὴν σώφρονα, ἐν δὲ παιδείᾳ διδάσκαλον ἐπιστήμονα·

οὐ περὶ Θεμιστοκλέους μόνον τοῦ μηκέτι ὄντος, οὐδʼ ἐν Ἀθηναίοις τοῖς τότε, οὐδʼ ὑπὲρ ἀριστέως τοῦ μηδαμοῦ, οὐδὲ κατὰ μοιχοῦ λέγοντα μοιχὸν ὄντα, οὐδὲ κατὰ ὑβριστοῦ ὑβριστὴν ὄντα· ἀλλʼ ἀπηλλαγμένον τῶν παθῶν τούτων, ἵνα γένηται κατήγορος ἀδικημάτων ἀληθής. Τοιτων,

οῦτος ἐξ ἀγαθῆς παλαίστρας ἀγωνιστὴς γίγνεται, λόγων μεστὸς ἀκολακεύτων, καὶ ἠσκημένων ὑγιῶς, καὶ δυναμένων ἄγειν πειθοῖ καὶ βίᾳ ἐκπληκτικῇ τὸ πλησιάζον πᾶν.