Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

‘Ποῖον οὖν ἐστιν τὸ ἐν λόγοις καλόν’; φαίη ἄν τις. Μήπω μέν, ὦ τάν, ἔρῃ· ὄψει γὰρ αὐτὸ ὄν, ἐπειδὰν ἰδεῖν δυνηθῇς. Οὐδὲ γὰρ τῷ Κιμμερίῳ διηγήσασθαι δύναταί τις τὸ τοῦ ἡλίου κάλλος, οὐδὲ τῷ ἠπειρώτῃ τὴν θάλατταν, οὐδʼ Ἐπικούρῳ τὸν θεόν· οὐ γὰρ διʼ ἀγγέλων ἡ ἱστορία ἔρχεται, ἀλλʼ ἐπιστήμης πρὸς ταῦτα δεῖ· μέχρι δὲ ἀπιστεῖ τὸ εἰδέναι, ἀνάγκη πλανᾶσθαι καὶ τὰς κρίσεις. Καὶ γὰρ τῶν ἐκ γῆς φυομένων παντοδαπὸς

μὲν θεατὴς ὁδοιπόρος, ὁ δὲ γεωργός, ὑγιής· ὁ μὲν ἄνθος ἐπαινεῖ φυτῷ, ὁ δὲ μέγεθος, ἢ σκιάν, ὁ δὲ χρόαν· τῷ δὲ γεωργῷ ὁ καρπὸς τὸν ἔπαινον μετὰ τῆς χρείας ἔχει.

Εἰ μὲν δή τις καθʼ ὁδοιπόρον πλησιάζει τῷ λόγῳ, οὐ νεμεσῶ τῆς ἡδονῆς παρατρέχοντι ἐπαινεῖν· εἰ δὲ κατὰ || τοὺς γεωργοὺς τάττεται, οὐκ [*](Ed. Duebn. p.124) ἀνέχομαι τῶν ἐπαίνων, πρὶν ἄν μοι καὶ τὴν χρείαν τῶν ἐπαινουμένων φράσῃ.

Λέγε, τίνας εἶδες καρποὺς ἐν τῷ λόγῳ; τίνας ἔλαβες; [*](2 μήπω sq. ut or. 30. 2g; 40. 3 g al. || 3 Κιμμερίῳ . . ἥλιον nam terram eorum tenebrae premunt vi or. 10. 9c; 16. 6 c τὰ δὲ Ὀδυσσέως sq. cf. lulian. ep. 53. 439 c Κιμμερίων ἀχλὺς || 4 τῷ ἠπειρώτῃ vi. ad or. 10. 5 i || 9 ὁ . . γεωργός sq. vi. or. 19. 4 f simil. modo opponuntur αἱ στεφηπλόκοι et αἱ μέλισσαι Plut. rect. rat. aud. 8 || 10 σκιάν cf. Aesopi fabul. 315 || 17 καρποὺς sq. cf. Plut. rect. rat. aud. 8 δεῖ τὸ πολὺ καὶ κενὸν ἀφαιροῦντα τῆς λέξεως αὐτὸν διώκειν τὸν καρπόν) [*](3 in mge κιμμέριοι (schol. rec.) R!) [*](2 μήπω μέ φ α (δ Δ) | ὦʼ τὰν Duebn. | ερη (sine acc. et spir.) | αὐτὸ ὂν Hob. αὐτὸν codd. αὐτὸ Dav. (Duk.) αὐτὸς Markl. (Duebn.) || 3 εἰδεῖν R | κιμερίω MN (pr. man.) || 7 ἀπισ- τεῖς φ α (θ) ἄπεστι Markl. (Duebn.) || 9 θεατὴς] ἐπαινέτης Markl. γεωργός, 〈κριτὴς〉 ὑγιής Heina. || 10 φυτῶν Ϛ (δ Δ) || 12 ὁδοι- πόρον 〈παρατρέχοντα, ἐπαινῶν〉 πλησιάζει φ α (δ) 13 νεμεσῶ 〈αὐτὸν τὸ〉 τῆς Reiske | παρατρέχον Reiske om. φ α (δ) 14 ἐπαινεῖν om. φ α (δ) | τὸν γεωργὸν Markl. || 17 λέγε 〈δή〉, τίνας Reiske)

302
πῶς ἔχοντας; ἐπειράθης, ἐξήτασας, εἰ τελεσιουργοὶ καὶ γόνιμοι ἑτέρων καρπῶν; ἐξέφυσέ τι σοι ἡ ψυχὴ ἀπʼ αὐτῶν χρηστὸν καὶ ἔγκαρπον; Ἢ ‘ὄγχνη μὲν ἐπὶ ὄγχνῃ γηράσκει’ (Hom. η 120), καὶ ἐπὶ μήλῳ μῆλον, καὶ σταφυλὴ

σταφυλῇ’ ἐπιφύεται, καὶ ‘σῦκον σύκῳ·’ λόγου δὲ ἄρα ἐφήμερος μὲν ἡ γένεσις, ἄσπερμος δὲ ὁ καρπός, καὶ οὐ τρόφιμος, οὐδὲ ἀνακιρνάμενος τῇ ψυχῇ, (Β 754) ἀλλά τέ μιν καθύπερθεν ἐπιρρεῖ, ἠΰτ᾿ ἔλαιον;

Ταύτην μοι διήγησαι τὴν γεωργίαν, τοὺς δὲ ἐπαίνους ἔα. Ἐὰν γὰρ ἀφέλῃς αὐτῶν τὴν χρείαν, ὑποπτεύω τὴν αἰτίαν, καὶ τὸν ἐπαινέτην ἐλεῶ, καὶ τὸν | ἔπαινον [*](109 a) μέμφομαι.