Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

[*]((Υ 215))Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς. Γενεαλογεῖ καὶ πόλιν· [*]((Thucyd. I 24)) Ἐπίδαμνός ἐστιν πόλις ἐν δεξιᾷ εἰσπλέοντι τὸν Ἰώνιον κόλπον· προσοικοῦσιν δʼ αὐτὴν Ταλάντιοι βάρβαροι· [*]((Ζ 152))

  • ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο. ||
  • Γενεαλογεῖ δὲ καὶ ποταμόν·
  • [*](Ed. Duebn. p.114 )

    [*](5 Περσεὺς . . πτηνὸς ἦν cf. Dio Chrys. 32. 28 ἔργον . . ἀν- δρείου καὶ πτηνοῦ Περσέως Aristid. or. 3. 37 etiam Dio Chrys. 33 47 || 6 πάντα ἐποπτεύων ut anima humana or. 10. 2f vi. etiam or. 3. 7a περϊιέναι et quae ibi adnotavi | τὰ ἐν γῆ παθή- ματα vi or. 10. 2f; 25. 6b; 26. 1a || 9 οὐκ ἀργῶς οὐδὲ ἠμελημένως ut or. 1. 8e al.)[*](15 in mge ἐπίδαμνος (schol. recent.) R!)[*](2 Χάρυβδιν (διν in ras.) R! || 5 ὅτι 〈καὶ〉 πτηνὸς n || 10 καὶ ποταμόν „scribae, non Maximi“ iudice Markl. uncis incl. Duebn. || 11 Κροῖσος ϛ(δΔ) cum Herodoto || 12 Ἀλυάττεω (λυα in ras.) R! Aliattei σ2 | ἐθνέων δΔ cum Herodoto || 15. 16 ἐσπλέοντι Thu- cydides || 16 Ἰώνιον in ras. R! Ἰόνιον α(δΔ) cum Thucydide || 17 Ταυλάντιοι Nα(δΔ) Thucydides || 19. p. 274. 1 ποταμόν· 〈ἐν- τὸς Ἅλυος ποταμοῦ〉, ὃς Meiner)
    274

    [*]((Herod. l 6)) ὃς ῥέων ἐκ μεσημβρίης πρὸς βορέην ἄνεμον εἰς τὸν Εὔξεινον πόντον καλεόμενον ἐκδιδοῖ· [*]((Υ 74))

  • ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ
  • Σκάμανδρον.
  • Τοῦτο τὸ ἄκουσμα ἐφήμερον τὸ τῶν ἀνθρώπων γένος καὶ φθειρόμενον ταχὺ καὶ ἀπολλύμενον καὶ ὑπορρέον τῇ μνήμῃ σώζει, καὶ τὰς ἀρετὰς φυλάττει, καὶ τὰς πράξεις ταῖς δόξαις ἀθανάτους ποιεῖ.

    Διὰ τοῦτο ὁ Λεωνίδης ᾄδεται οὐχ ὑπὸ Λακεδαιμονίων μόνον τῶν τότε, καὶ ὁ Θεμιστοκλῆς ἐπαινεῖται οὐχ ὑπὸ Ἀθηναίων ἐκείνων· μένει δὲ καὶ ἡ Περικλέους στρατηγία, καὶ νῦν ἔτι ἡ Ἀριστείδου δικαιοσύνη· δίδωσιν Κριτίας καὶ νῦν δίκην, φεύγει καὶ νῦν Ἀλκιβιάδης.

    Συνελόντι δὲ εἰπεῖν, οἱ καθʼ ἱστορίαν λόγοι τῷ μὲν ἀνηκόῳ τερπνότατον καθʼ ἡδονήν, τῷ δὲ εἰδότι ἐπαγωγότατον κατὰ ἀνάμνησιν.