Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

νῦν μὲν πολεμοῦσιν ἐν γῇ παραγινόμενον, νῦν δὲ ἐν θαλάττῃ ναυμαχοῦσιν, νῦν δὲ ἐν ἐκκλησίαις βουλευομένοις· μετὰ Θεμιστοκλέους ναυμαχοῦντα, μετὰ Λεωνίδου ταττόμενον, καὶ μετὰ Ἀγησιλάου διαβαίνοντα, καὶ μετὰ Ξενοφῶντος σωζόμενον·

ξυνερῶντα Πανθίᾳ, συνθηρῶντα Κύρῳ, συμβασιλεύοντα Κυαξάρει. Εἰ δὲ καὶ Ὀδυσσεὺς σοφός, ὅτι πολύτροπος ἦν, καὶ [*]((α 3))

  • πολλῶν ἀνθρώπων ἴδεν ἄστη καὶ νόον ἔγνω,
  • [*]((α 5))
  • ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων,
  • [*](2 φησὶν ὁ λόγος ut Plat. Phil. 51 c || 15 ξυνερῶντα Πανθίᾳ cf. Xenoph. Cyri inst. VII 3 5 Dio Chrys 64. 1 || 17 Ὀδυσσεὺς σοφός sq. vi. or. 15. 6 c; 16. 6 c; 23. 1 i οἶδεν sq. || 19 ἀρνύμενος sq. quo versu Ulixem φίλον ἑταίρων comprobat or. 14. 4c vers. finem) [*](16 εἰ δὲ — p. 273. 4 εἰρηνικῷ p | εἰ δὲ — p. 273 9. 10 δεικ- νύουσα D) [*](5 in mge σημείωσαι τὰ περὶ ἱστορίας (schol. recent.) R! 15 in mge Ξενοφών | Πανθίας Κύρος | Κυαξάρης (schol. re- cent) [*](1 καὶ οὐ] ἀλλʼ οὐ Reiske || 2 φησὶν ὁ λόγος om. α(δ) μήν; ἆρα ο Markl. (Duebn.) || 3 παρέξουσιν Markl. || 6 7 πολέ- μοις — 7 μῆκος δὲ om. N || 14 (et 15) καὶ del. Markl. 15 Παν- θείᾳ δΔ Πανθείας Duk || 16 Κυαξάρη Κυαξάρῃ α(δΔ) || 18 πολλῶν δʼ ἀνθρώπων Homerus | εἶδεν n | ἄστεα Να(δ Δ) cum Homero )
    273
    πολύ που σοφώτερος ὁ τῶν μὲν κινδύνων ἐξιστάμενος, τῆς δὲ ἱστορίας ἐμπιμπλάμενος.

    Χάρυβδιν ὄψεται, ἀλλʼ οὐκ ἐν ναυαγίῳ· Σειρήνων ἀκούσεται, ἀλλʼ οὐ δεδεμένος· Κύκλωπι ἐντεύξεται, ἀλλʼ εἰρηνικῷ.

    Εἰ δὲ καὶ Περσεὺς εὐδαίμων, ὅτι πτηνὸς ἦν, καὶ περιεφέρετο ἐν τῷ αἰθέρι, πάντα ἐποπτεύων τὰ ἐν γῇ παθήματα καὶ χωρία, πολὺ τῶν Περσέως πτερῶν ἡ ἱστορία κουφότερον καὶ μετεωρότερον·

    ἣ λαβοῦσα τὴν ψυχὴν περιφέρει πανταχοῦ, οὐκ ἀργῶς οὐδὲ ἠμελημένως δεικνύουσα, ἀλλὰ καὶ ἄνδρα γενεαλογεῖ καὶ ποταμόν· [*](100a)[*]((Herod. l 6))

  • Κροῖσος ἦν Αυδὸς μὲν γένος, |παῖς
  • δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνῶν·