Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τίς ἂν οὖν γένοιτο ψυχαῖς εὐωχία λόγων ταύτης προσηνεστέρα; Χαλεπὸν μὲν εἰπεῖν καὶ ἀντιτάξασθαι πολλῷ καὶ γενναίῳ λογοποιῷ, ῥητέον δὲ ὅμως·

ὅτι καλὴ μὲν ὑμῶν ἡ ἁρμονία καὶ ᾄδεσθαι προσηνής, ἄλλο [*](7 τῇ μνήμῃ σώζει sq. vi. simil. or. 10. 7 d etiam or. 6. 2 a || 12 Κριτίας . . Ἀκιβιάδης vi. or. 1. 9 f: 7. 7 c et d || 18 χαλεπὸν μὲν εἰπεῖν. . ῥητέον δὲ ὅμως = or. 35. 6a || 20 ἄλλο sq. vi. simil. or 12.1 d) [*](13 συνελόντι — 16 ἀνάμνησιν n) [*](1 ἐκ] ἀπὸ Herodotus | μεσαμβρίης Herodotus | βορῆν Hero- dotus || 2 ἐς τὸν Herodotus | καλεόμενον πόντον Herodotus ἐξίει Herodotus || 5 τοῦτὸ ἄκουσμα (suprascr. το) R! | ἐφήμερον 〈ὂν〉 τὸ Reiske || 7 τῆς μνήμης Markl. || 11 〈μόνον〉 ἐκείνων Markl. 12 ἔτι 〈καὶ〉 ἡ Nα(δΔ) improb. Schenkl || 15 καθʼ ἡδονήν] κατὰ πύστιν Reiske κατʼ ἀκοήν Meiser || 16 κατὰ τὴν ἀνάμνησιν N α(δ) 17.18 τ(αύτης προσ)ηνεστέρα litt. uncis inclusae aqua vel atra- meuto superinfuso deletae man. recent. renovatae R! || 18 ἀ(ν- τιτ)άξ(ασθα)ι ut ad 17. 18 R! || 19 πολλοῖς Meiser πολιῷ Scaliger παλαιῷ Reiske καλῷ Steph. | γενναίοις λογοποιοῖς Meiser | (ῥητέον δὲ) ut ad 17. 18 R! || 20 (ᾄδε)σθαι ut ad 17. 18 R! )

275
δὲ ποθεῖ ἡ ἐπιεικὴς ψυχή, καὶ οὐχ οἷον παρέχεσθαι ὑμῖν.ʼ Τί γὰρ σεμνὸν ἡ μνήμη τῶν πάλαι κακῶν τῷ μήπω μαθόντι, ὅπως ταῦτα φυλακτέον; ἢ τί πλέον Ἀθηναίοις ἐγένετο διὰ τὴν ἱστορίαν τὴν Ἀττικήν; ἢ τί πλέον Ἁλικαρνασσεῦσιν διὰ τὴν ἱστορίαν τὴν

Ἰωνικήν; ἢ τί Χίοι διὰ ταύτην εὐδαιμονέστεροι; Εἰ μὲν γὰρ ἀποκρίναντες τὰ καλὰ τῶν αἰσχρῶν, τὰ μὲν ἀπέκρυπτον, τὰ δὲ ἱστόρουν, ἦν ἄν που τῇ ψυχῇ ὄνησις κατὰ μίμησιν τῶν ἱστορημένων, καθάπερ ὀφθαλμοῖς κατὰ μίμησιν γραφῆς·

νῦν δὲ ἀναμὶξ εἰσφύρεται πάντα ἐν τοῖς λόγοις, καὶ πλεονάζει τὰ χείρω, καὶ κρατεῖ τὰ αἰσχρά· καὶ τὸ πολὺ τῆς ἱστορίας πλεονέκται τύραννοι, καὶ πόλεμοι ἄδικοι, καὶ εὐτυχίαι ἄλογοι, καὶ πράξεις πονηραί, καὶ συμφοραὶ ἀγνώμονες, καὶ περιστάσεις τραγικαί· ὧν σφαλερὰ μὲν ἡ μίμησις, βλαβερὰ δὲ ἡ μνήμη, ἀθάνατος δὲ ἡ δυστυχία.

Ἐγὼ δὲ ποθῶ πρὸς τὴν εὐωχίαν τροφὴν λόγων ὑγιεινῶν, καὶ ἀνόσου τοιούτου δέομαι σιτίου, ἀφʼ οὗ καὶ Σωκράτης ὑγίανεν, καὶ Πλάτων, καὶ Ξενοφῶν, καὶ Αἰσχίνης.