Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καθάπερ τῶν ποταμῶν οἱ γενναιότατοι ἐξιόντες ἐπὶ τὴν θάλατταν κατὰ μὲν τὴν πρώτην ἐκβολὴν σώζουσιν τὸ ῥεῦμα ἀμιγὲς ἄλλῃ φύσει πικροτέρᾳ, καὶ τοῖς ναύταις θαλαττίοις προσπλεύσασιν ἀκραιφνὲς ποτόν· προελθόντες δὲ οἱ ποταμοὶ πόρρω καὶ εἰσπεσόντες εἰς πέλαγος πλατύ, καὶ παραδόντες τὸ ῥεῦμα ἀνέμοις καὶ κύμασιν καὶ ζάλῃ καὶ κλύδωνι, ἠφάνισαν δι᾿ ἐπιμιξίαν τὴν ἀρχαίαν φύσιν·

οὕτω καὶ τὸ κάλλος τὸ ἄρρητον καὶ ἀθάνατον ἔρχεται μὲν πρῶτον δι᾿ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ σωμάτων, καὶ εἰσπεσὸν ἐκεῖ, ἀκραιφνὲς μένει καὶ ἀμιγὲς καὶ ὁλόκληρον· ἐπειδὰν δὲ ὑπερκύψῃ τοῦ οὐρανοῦ εἰς τὸν δεῦρο τόπον, ἀμβλύνεται καὶ ἀμαυροῦται· καὶ μόλις ἂν αὐτοῦ γνωρίσαι τὴν ἐπιρροὴν πλὴν ναύτης θαλάττιος, συνήθης τῷ ποταμῷ, διὰ μνήμης ἔχων τὴν ἐκείνου φύσιν, ὁρῶν αὐτὴν ἀμυδρὰν ἐν γῇ πλανωμένην καὶ ἀνακεκραμένην ἀλλοτρίᾳ φύσει·

ὁ δέ, ἐπειδὰν ἐντύχῃ, καὶ γνωρίσῃ καὶ ἴχνος αὐγῶν [*](1 ἡ . . τοῦ καλοῦ φύσις sq. vi. or 11.11 b καλὸν μὲν γὰρ sq. 9 πέλαγος πλατύ vi. or. 30 2 b 37. 8 a || 11 οὕτω καὶ τὸ κάλλος sq. simil. cf. Themist. 13 169 a || 12 13 δι᾿ οὐρανοῦ καὶ τῶν ἐν αὐτῶ σμάλων scil ἄστρων vel deorum visibilium vi. or. 11. 12 a et d) [*](4 καθάπερ 11 φύσιν p) [*](1 φύσις] ῥύσις Reiske || 2 ἠρέμαι R! || 4 τῶν (ante ποταμῶν) in ras R! 〈γὰρ〉 τῶν Markl (Duk.) || 5 ἐμβολὴν M (pr.man) φ? 7 (et 13. 14) ἀκραιφνὲς (αι in ras.) R! || 8 δὲ οἱ ποταμοὶ — 9 πλατύ om. p || 10 κύμασιν p cum R! καὶ ζάλῃ καὶ κλύδωνι om. p 14.15 ὑποκύψῃ Markl ὑπεκκύψῃ Reiske (Duebn.) || 16. 17 ἐπιρροὴν 〈πλὴν〉 ναύτης Hob 17 συνήθης — 18 φύσιν iuter 20 ὁ δέ et ἐπειδὰν ponunt φα(δ Δ) || 20 καὶ (ante ἴχνος) del Meiser sed est ‘vel’ non ‘et’ | αὐγῶν Hob. αὐτῶν RMN αὐτῷ Schenkl αὐτοῦ α(δ Δ) et ita Meiser)

265
φανέν ὥσπερ ὁ Ὀδυσσεὺς ἀποθρώσκοντα καπνόν, σκιρτᾶ καὶ φλογοῦται καὶ φαιδρύνεται καὶ ἐρᾷ.

Τοῦ δὲ κάλλους τούτου ἔλθοι μὲν ἄν τις μοῖρα καὶ ἐπὶ ποταμὸν εὐροώτατον, καὶ ἐπὶ φυτὸν εὐβλαστότατον, καὶ ἐπὶ ἵππον γενναιότατον, ἀλλ᾿ ὅ, τι περ κάλλους ἀργότατον [*](Ed. Duebn p. 111) καὶ ἀμβλύτατον·

εἰ δέ τις ἐστὶν αὐτοῦ ἐπιφοιτῶσα τὴν γῆν, ἴδοις ἂν ταύτην οὐκ ἄλλοθι, ἢ ἐν ἀνθρώπῳ, [*](97 b) τῷ καλλίστῳ καὶ | νοερωτάτῳ γηΐνων σωμάκαὶ τῷ ψυχῆς μεμοιραμένῳ συγγενοῦς αὐτῷ τῷ καλῷ.

Καὶ διὰ τοῦτο νοῦν ἔχων, ἄγαλμα μὲν ἰδών, ἐπαινεῖ τὴν τέχνην, ἀλλ᾿ οὐκ ἐρᾷ τοῦ ἀγάλματος· καὶ φυτὸν ἰδών, ἐπαινεῖ τοῦ καρποῦ, ἀλλ᾿ οὐκ ἐρᾷ τοῦ φυτοῦ· καὶ ποταμὸν ἐπαινεῖ τῆς πραότητος, ἀλλ᾿ οὐκ ἐρᾷ τοῦ ποταμοῦ·