Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Εἶεν. Ὁ ἔρως ἡμῖν κάλλους ἦν ἔρως· ὁ δὲ ἐρῶν ἄλλου του, καὶ μὴ κάλλους, ἡδονῆς ἐρᾷ. Ἀφαιρῶμεν δέ, εἰ βούλει, τοὔνομα, καὶ ἐπιθυμεῖν λέγωμεν τοῦτον, [*](3.4 Αἰγυπτίων . . Βαβυλῶνα . . Σάρδεις sq. vi. or 29. 2 f ὑπο- πτεύων sq. || 18 ἐπιθυμεῖν λέγωμεν τοῦτον, ἀλλ᾿ οὐκ ἐρᾶν cf. Plat Phaedr. 237 d Plut. am. 21 πρὸς ἐκείνους μαχόμεθα τοὺς λόγους οὓς Ζεύξιππος ἀρτίως διῆλθεν . . ἐπιθυμίᾳ τὸν ἔρωτα ταὐτὸ ποιῶν ἀκαταστάτῳ καὶ πρὸς τὸ ἀκόλαστον ἐκφερούσῃ τὴν ψυχήν) [*](3.4 Αἰγυπτίων — 8. 9 εὐχρυσοτάτας p) [*](8 in mge σημείωσαι (schol. recent.) R!) [*](1 γαυροτάτῳ, 〈ἢ ἐν τιμῇ τῷ πάντων κενωτάτῳ·〉 Σικελίαν Reiske || 3 οὐδαμοῦ· εἰ δέ μοι ἢ διὰ τὴν RMN φ οὐδαμοῦ οὐδέ μοι ἢ τὴν α(θ) οὐδαμοῦ· οὐδ᾿ εἴ μοι νὴ Δία τὴν Markl. (Duebn.) || 4 γῆν λέγοις] μοι λέγεις γῆν p || 5.6 lacunam (post ποταμόν) indic. et expl. Hob. || 6 τὴν (post αὐτὴν) om. Duebn. αὖ τὴν Markl || 6. 7 εὐτυχεστάτην φα(δ) || 9 τοσοῦτον α(δ) 10 ὅσονπερ α(δ) || 13 εἰς (ante σφαλερὸν) del. Markl. (Duebn.) 18 τοῦτο Markl.)

259
ἀλλ᾿ οὐκ ἐρᾶν, ἵνα μὴ τῇ περὶ τὴν φωνὴν παρανομίᾳ πρᾶγμα ὑπαλλάξαντες λάθωμεν, ἀλλ᾿ οὐ τοὔνομα μόνον.

[*](95b)

Ἔστω τοίνυν ἔρως μὲν κάλλους, ἐπιθυμία δὲ ἡ |δονῆς. τοίνυν κάλλους ἐρῶν ἆρα οὐκ ἐπιθυμεῖ αὐτοῦ; καὶ μάλα.

Σχολῇ γὰρ ἂν εἴη τι ἄλλο ὁ ἔρως, εἰ μὴ ὄρεξίς τις.

Παραιτοῦμαι δὲ τοὺς σοφοὺς τῆς || τῶν ὀνομάτων [*](Ed. Duebn. p. 109 e) θήρας, εἰ τὸ αὐτὸ νῦν μὲν ὄρεξιν, νῦν δὲ ἐπιθυμίαν καλῶ· ἐγὼ γάρ τοι τά τε ἄλλα, καὶ ἐν τῇ τῶν ὀνομάτων ἐλευθερίᾳ πείθομαι Πλάτωνι.

Ἔστω δέ, εἰ βούλονται, ὄρεξις, καὶ μὴ ἐπιθυμία ὁ ἔρως. Διῃρήσθωο δὲ τῇδε· ἐὰν μὲν ἐπὶ τὸ καλὸν φαινόμενον ἡ ψυχὴ ἄξῃ, ἔρως καλείσθω τοῦτο, οὐκ ἐπιθυμία· ἐὰν δὲ μή, ἐπιθυμία καλείσθω τοῦτο, οὐκ ἔρως.

Τί οὖν, εἰ ἀκόλαστος ὁ σοφιστὴς, τῇ τοῦ φαινομένου προσθήκῃ χρώμενος, τὸ ἡδύ τοῦτο φῇ φαντάζεσθαι αὐτῷ καλὸν

ἐρᾶν; Καὶ τούτῳ συγχωρήσομεν; Καὶ πάλιν αὖ, εἴ τις ἀποβλέψας εἰς τοὺς τῷ ὄντι ἐραστὰς τοὺς πρὸς τὸ καλὸν ὡρμημένους, καὶ θεασάμενος τὸ ἐν τῇ ὀρέξει τοῦ κάλλους ἡδύ, διὰ τὴν ἐπιμιξίαν τῆς ἡδονῆς ἐπιθυμεῖν [*](10.11 διῃρήσθω δὲ τῇδε sq. cf Plat. Phaedr. 237 d δεῖ αὖ νοῆσαι ὅτι ἡμῶν ἐν ἑκάστῳ δύο τινέ ἔστον ἰδέα ἄρχοντε καὶ ἄγοντε . . ἡ μὲν ἔμφυτος οὖσα ἐπιθυμία ἡδονῶν, ἄλλη δὲ ἐπί- κτητος δόξα ἐφιεμένη τοῦ ἀρίστου . . . δόξης μὲν οὖν ἐπὶ τὸ ἄριστον λόγῳ ἀγούσης καὶ κρατούσης τῷ κράτει σωφροσύνη ὄνομα· ἐπιθυμίας δὲ ἀλόγως ἑλκούσης ἐπὶ ἡδονὰς καὶ ἀρξάσης ἐν ἡμῖν τῆ ἀρχῇ ὕβρις ἐπωνομάσθη sq.) [*](1 τῆν (ante φωνὴν) in ras. R |παρωνυμίᾳ Heins || 2 〈καὶ τὸ〉 πρᾶγμα Reiske (Duebn.) 〈προσέτι τὸ〉 πρᾶγμα Schenkl || 5 σχολὴ R! || 8 καὶ τῇ MNα(δ) κὰν τῇ Markl || 9 δέ] γάρ α(δ) ||10.11 διη- ρείσθω MN ||12 ἄξῃ] αὔξῃ H unde ἀΐξῃ Dav. || 13 μὴ 〈ἐπὶ τὸ καλόν, ἀλλ᾿ ἐπὶ τὸ ἡδύ〉, ἐπιθυμία Meiser 14 εἰ] ἢν Meiser | ὁ (anate σοφιστὴς) del. Duk.ante ἀκόλαστος posuit Reiske τις Markl. ὢν Reiske τῇ (ante τοῦ) om θ corr Reiske || 15 5 χρώμενος 〈πρὸς〉 τὸ ἡδύ φα(δ) | φησὶ MNα(δ) |αὐτῷ α(δΔ) || 16 εἰ] ἢν Meiser)

260
καὶ τούτους φῇ, ἀλλ᾿ οὐκ ἐρᾶν· πῇ ἂν ταῦτα ἡμῖν διακριθείη; Εἰ γὰρ τά τε ἡδέα φαντάζεται καλά, τά τε καλὰ ἀνακέκραται ἡδοναῖς, κίνδυνος οὕτω καὶ τὴν ἐπιθυμίαν τῷ ἔρωτι ἐπιμιχθῆναι.

Βούλει τοίνυν τοῦ μὲν καλοῦ ἀφαιροῦμεν τὸ φαινόμενον, ἵνα μήποτε λάθῃ σχηματισαμένη πρὸς αὐτὸ ἡ ἡδονή· τῆς δὲ ἡδονῆς οὐκ ἔτι;

Τὸ μὲν γὰρ καλόν, τίμιον ὄν, κατὰ τὴν αὐτοῦ φύσιν εἶναι δεῖ καλόν, ἵνα καὶ ἐράσμιον ᾖ· τῇ δὲ ἡδονῇ ἀπόχρη φαίνεσθαι, καὶ μὴ οὔσῃ· τῇ γὰρ τοῦ πεπονθότος εὐφροσύνῃ λαμβάνουσα τὴν σύστασιν, οὐ τῇ αὑτῆς φύσει, ἱκανῶς ἕξει, ἐὰν τὸ δοκεῖν ὑπάρχῃ, αὐτῇ καὶ μὴ οὔσῃ.

Οἷον τὸ τοιόνδε λέγω (αἴσθομαι γάρ τοι ἐμαυτοῦ γλίσχρως τὸ πρᾶγμα διε |λομένου, καὶ δεομένου εἰκόνος).

[*](96 a)

Σῶμα που τραφῆναι ἀδύνατον, ὅτι μὴ σιτίων προσφορᾷ, καὶ ἐργασία ὀδόντων, καὶ σπλάγχνων ὑποδοχῇ, καὶ τῇ ἔνδον οἰκονομίᾳ, προσγινομένης αὐτῷ τῆς ὑποτροφῆς.

Ἦσαν δέ που κατὰ τὸν ἐπὶ Κρόνου, φασίν, [*](2 εἰ γὰρ τὰ . . ἡδέα sq. vi. quae περὶ ἡδονῆς καὶ λόγου ex- posuit or. 32. 3 c sq. || 15 σῶμα . . τραφῆναι ἀδύνατον sq. vi. or. 15. 5 a || 18 τὸν ἐπὶ Kρόνου βίον sq. vi. or 23. 5 b; 36.1 h cf. Hesiod. op. 111 Plat Gorg. 523a Plut. quaest. Rom. 12. 42 Lu- cian d deor. 10 2 cf. etiam lulian. ep. ad Themist. 258 d τὸν ἐπὶ τοῦ Κρόνου λεγόμενον βίον) [*](8 in mge (rubr. col.) N ἢ ἐπὶ τὸ καλὸν ἄξει ἡ ψυχὴ ἢ ἐπὶ τὸ ἡδύ εἰ ἐπὶ τὸ καλὸν εἰ δὲ ἐπὶ τὸ ηδύ ἔρως καλεῖται ἐπιθυμία) [*](1 τούτους] τούτου Steph || 5 ἀφαιρῶμεν α(δΔ) || 6 αὐτονηδονὴ (pr.man.corr.) R! || 13 αἰσθάνομαι α(δΔ) vi. ad p. 68.14 || 14 δεο- μένου (νου in ras. ex μαι) R! ||15 ὅτι] εἰ MNNα(δ) ||15.16 προσφορᾷ (ρᾷ in ras.) R! 17. 18 ὑποτροφῆς Heins.(Δ) ὑποστροφῆς codd (δ) 18 ἐπὶ Κρόνου] Ἐπικούρου codd. (δ)corr Heins.(Δ) ÷φασίν R!)

261
βίον αἱ τροφαὶ τοῖς ἀνθρώποις φηγοὶ καὶ ὄγχναι· καὶ διὰ τοῦτο ἐπεφημίσθη φέρειν ἡ γῆ τοὺς καρποὺς αὐτομάτους, ὅτι αὐτοῖς οὐδὲν ἔδει γεωπονίας, ἐξ αὐτοφυοῦς τροφῆς βιοτεύουσιν.

Ἐὰν τοίνυν προσθῇς ὀψοποιόν, καὶ ἡδύσματα, καὶ τροφὴν ποικίλην, ἄλλῳ ἄλλην, καρυκείαν Σικελικήν, καὶ Συβαριτικὴν χλιδήν, καὶ Περσικὴν τρυφήν, πάντα ταῦτα ἐρεῖς ἡδονῆς ὄνομα· καὶ κοινὸν μὲν πᾶσι τὴν τροφὴν ἐρεῖς, ἴδιον δὲ ἑκάστῳ τὴν ἡδονήν, καὶ κατὰ φύσιν μὲν τὴν τροφήν, κατὰ τέχνην δὲ τὴν ἡδονήν.

Κἂν μεταθῇς τραπέζας, τὴν Σικελικὴν τοῖς Πέρσαις, καὶ τὴν Περσικὴν Σικελιώταις, τροφὴ μὲν ὁμοίως ἑκατέροις ἑκάτερα, τὸ δὲ τῆς ἡδονῆς ὑπαλλαχθέν, δι᾿ ἀήθειαν εἰς λύπην μετέβαλλεν.

Γίγνεται τοίνυν ἡ μὲν τροφὴ κατὰ τὴν οὐσίαν τοῦ τρέφειν δυναμένου, ἡ δὲ ἡδονὴ κατὰ τὸ πάθος τοῦ ἥδεσθαι εἰθισμένου.