Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἀρχὴ δὲ αὐτοῦ ἄνθος [*](89a)σώματος ἐρχόμε|νον εἰς ὀφθαλμούς, καὶ δι᾿ αὐτῶν ἐπὶ [*](ΛΘ) τὴν ψυχὴν ῥέον·

ὁδοὶ γὰρ κάλλους οἱ ὀφθαλμοί. Τῷ δὲ Σωκράτει ὁ ἔρως ἦν κατὰ μὲν τὴν σπουδὴν τοῖς ἄλλοις ὅμοιος, κατὰ δὲ τὴν ἐπιθυμίαν διαφέρων, κατὰ δὲ τὴν ἡδονὴν σωφρονέστερος, κατὰ δὲ τὴν ἀρετὴν εὐστοχώτερος· ἀρχὴ δὲ αὐτοῦ ψυχῆς ἄνθος ἐν σώματι διαφαινόμενον·

οἷον εἰ ξυνείης καὶ ποταμοῦ κάλλος λειμῶνι ἐπιρρέον, καλὰ μὲν τὰ ὑπ᾿ αὐτῷ ἄνθη, λαμπρυνόμενα δὲ ὑπὸ τοῦ ὕδατος πρὸς τὴν ὄψιν·

τοῦτο [*](5 τοῖς μὲν γὰρ ἄλλοις sq. spectat Platonis amorem triper- titum cf. Apul. dogm. Plat. lI 14 Albin. 33 | ἔρως . . ὄνομα ἐπιθυ- μίας cf. Plat. Phaedr. 237 d ὅτι ἐπιθυμία τις ὁ ἔρως παντὶ δῆλον symp. 192 e || 6 ἐν ἡδοναῖς πλανώμενον cf. Plut. amat. 4 τέλος ἐπιθυμίας ἡδονὴ καὶ ἀπόλαυσις | ἄνθος sq. cf Plat. Cratyl 420 a ἔρως . . ἐσρεῖ ἔξωθεν καὶ οὐκ οἰκεία ἐστὶν ἡ ῥοὴ αὕτη τῷ ἔχοντι, ἀλλ᾿ ἐπείσακτος διὰ τῶν ὀμμάτων || 8 ὀδοὶ sq. cf. Demosth erot σοῦ διὰ τῶν τῆς ὄψεως σημείων τὰ κάλλιστα τῶν ἠθῶν ἐνεφάνισεν || 12 ψυχῆς ἄνθος sq. cf. Plut. amat. 21 ὅταν ἐν εἴ- δεσι καλοῖς καὶ καθαροῖς σώμασιν ἴχνη λαμπρὰ κείμενα ψυχῆς ὀρθὰ . . κατίδωσιν οἱ δεινοὶ τῶν τοιούτων αἰσθάνεσθαι Plat. symp. 210 b μετὰ ταῦτα τὸ ἐν ταῖς ψυχαῖς κάλλος τιμιώτερον ἡγήσασθαι τοῦ ἐν τῷ σώματι Sq.) [*](5 τοῖς μὲν — 6 πλανώμενον p) [*](3 καὶ prius in ras. | ἐρᾶν] θηρᾶν Markl. || 5 μὲν γὰρ] δὲ p | ὄνομα ἦν p. 6 πλανωμένης Reiske |δ᾿ αὐτῆς Reiske 7 in mge ΛΘ΄ num. quaternionis R! || 8 κάλλους 〈ἐπὶ τὴν ψυ- χὴν〉 οἱ Duk || 11 ἀρετὴν] ἀρχὴν Reiske (Duebn.) || 13 ξυνίῃς Markl. || 14 ὑπ᾿ ] ἐπ᾿ Reiske | αὐτοῦ ΜΝ α corr Heins.)

238
δύναται καὶ ψυχῆς ἄνθος ἐμπεφυτευμένον σώματι καλῷ, ἐκλαμπρύνεται ὑπ᾿ αὐτοῦ, καὶ ἐκλάμπει, καὶ διαφαίνεται. Καὶ ἔστιν σωμάτων ὥρα οὐδὲν ἄλλο, ἢ μελλούσης ἀρετῆς ἄνθος, καὶ οἱονεὶ προοίμιον κάλλους ὡραιοτέρου.

Ὥσπερ γὰρ τοῦ ἡλίου προανίσχει τὶς αὐγὴ ὑπὲρ ἄκρων ὁρῶν, ἀγαπητὸν ὀφθαλμοῖς θέαμα διὰ τὴν προσδοκίαν τοῦ μέλλοντος, οὕτως καὶ τῆς λαμπρᾶς ψυχῆς προανίσχει τὶς ὥρα ὑπὲρ ἄκρων τῶν σωμάτων, ἀγαπητὸν φιλοσόφοις θέαμα διὰ τὴν προσδοκίαν τοῦ μέλλοντος.