Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τί ἂν οὖν δράσαι ὁ ποιμὴν οὗτος ὁρῶν τοὺς δημίους τῆς τῶν μειρακίων ὥρας ἐφιεμένους καὶ δρόμῳ ἐπ᾿ αὐτὴν ὠθουμένους; ἆρα ἀνέξεται καὶ τὴν ἡσυχίαν ἄγων στήσεται; οὕτω μὲν εἴη ἂν μιαιφονώτερος αὐτῶν τῶν δημίων. Οὐκοῦν θεύσεται, καὶ κοινωνήσει τοῦ δρόμου, καὶ διώξεται σὺν αὐτοῖς, οὐκ ἐπὶ τῇ ἴσῃ.

Καί τις ἰδὼν τῶν ἀπείρων τῆς τέχνης καὶ τῆς αἰτίας τοῦ δρόμου, αὐτὸ ἐκεῖνο οἰήσεται, ἐπ᾿ ὀλέθρῳ καὶ τοῦτον θεῖν· ἐὰν δὲ ἀναμείνῃ τὸ τέλος, ἐπαινέσεται τὸν δρόμον, καὶ μιμήσεται τὴν σπουδήν, καὶ θαυμάσει τὸν θηρευτήν, καὶ μακαρίσει τὴν ἄγραν.

Διὰ τοῦτο καὶ ὁ Σωκράτης ἐρᾶν ἔλεγεν, καὶ πάντων ἐρᾶν· καὶ ἐκοινώνει [*](4 μιαιφόνος τῆς ἀρνῶν ποίμνης sicut μισοπρόβατος ille ποιμὴν cf. Xenoph.ap.Stob. fl 48.60 Aristot eth. Nicom. 1161a15) [*](2 αὐτὰ καὶ τὴν α(δ Δ°) || 3 ποιμένι 〈λέγων πρὸς τὸν μά- γειρον〉 σὺ φα(δ Δ) || 4. 5 ἐξαρκέσει ἂν Dav.²(Δ) ἐξαρκέσειαν RM ἐξαρκέσειεν α(δ) || 5 ἔλθῃ („in stabula revertatur“ cf. ‘nu fluic dû, vitu minaz, hera fridu frono in godes munt heim zi komonne gisunt’ vel der heilige Christ unta sancte Marti de fruma mir sa hiuto alla hera heim gasunta“ (Lorscher Bienen- et Wiener Hundesegen) Hob. ἔθη codd.(δΔ) ἔθνη Heins. ἔρια Dav.²Schenkl ἔχῃ Markl. Meiser (alio quidem sensu) || 14 κοινωνήσει (ν ante ω in ras.) R! 18 ἐπαινέσεται (αιν in ras.) R! |\ 20 καὶ (ante μακαρίσει) om. Duebn. || 21 πάντων suspectat Markl.)

237
τοῦ δρόμου, καὶ ἐδίωκεν τοὺς καλούς, καὶ τοὺς συνεραστὰς ἔφθανεν, καὶ τοὺς δημίους ὑπετέμνετο.

Καὶ γὰρ ἦν αὐτῶν καὶ πονεῖν ἱκανώτερος, καὶ ἐρᾶν δεινότερος, καὶ λαμβάνειν εὐστοχώτερος· καὶ πάνυ εἰκότως.

Τοῖς μὲν γὰρ ἄλλοις ὁ ἔρως ἦν ὄνομα ἐπιθυμίας ἐν ἡδοναῖς πλανώμενον·