Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἀλλὰ Θετταλὸς μὲν ἀγαπήσει πωλίον, καὶ Αἰ||γύπτιος [*](Ed. Duebn. p.102) πόρτιν, καὶ Σπταρτιάτης σκύλακα· φιλάνθρωπος δ᾿ ἀνὴρ καὶ φιλοθρέμμων τοῦ ζῴου τούτου, οὐ κατὰ γεωργὸν Αἰγύπτιον, οὐδὲ κατὰ ἱππικὸν Θετταλόν, οὐδὲ κατὰ κυνηγέτην Λακωνικόν· τούτοις μὲν γὰρ ἡ θεραπεία 〈διὰ προσδοκίαν χρείας γίγνεται, καὶ τὴν ἐπιτηδειότητα〉 προμνᾶται τοῖς ζῴοις πονοῦσα·

[*](4 ἀρετῆς ἄνθος cf. Plut. amat. 21 καίτοι τήν γε ὥραν ἄνθος ἀρετῆς εἶναι λέγουσι ||11 Θετταλὸς μὲν sq. cf. Plut. amat 21 ὁ φίλιππος μὲν ἀνὴρ οὐδὲν ἧττον ἀσπάζεται τοῦ Ποδάγρου τὴν εὐφυΐαν . . καὶ θηρατικὸς . . καὶ Κρήσσας τρέφει καὶ Λακαίνας σκύλακας, ὁ δὲ φιλόκαλος καὶ φιλάνθρωπος οὐχ ὁμαλός ἐστιν sq. vi. etiam or. 40. 6 c ὁ δὲ θηρευτὴς sq.)[*](3 σωμάτων — 4 κάλλους p)[*](9— 12 in mge ὡραῖον (schol. recent.) R!)[*](3 ἄλλο ἐστὶν ἢ p || 3.4 μελούσης R || 6 ὡρῶν MN 7 οὕτως M cum R! οὕτω certt. (δ Δ) || 11 πωλίον (ι in ras.) πῶλον α(δ) 12 πόρτιν (ι in ras) R! || 15 τούτων Orelli || 10 〈ἄλλ〉η θερα- πεία Heins. || 16.17 lac. ind. et expl. Hob. || 17 προμνατε R (supr. οι = προοιμια ? m. alt.) H προοίμιά τε ΜΝ φα (nisi quod γε) δ Δ προοιμιάζεται Orelli | ποιοῦσα H Dav.1 πόνου οὖσα Heins. πόνους Dav. ²(Duebn.))
239

ὁ δὲ ἐραστὴς ὁ φιλάνθρωπος θεραπεύει τὰ παιδικὰ ἐπὶ κοινωνίᾳ τῆς ἀρετῆς, θεραπεύει δὲ ἐπιλεξάμενος τὰ ἐπιτηδειότατα, ἐπιτήδεια δὲ εἰς προσδοκίαν ἀρετῆς τὰ κάλλιστα.

Τὸ δὲ κάλλος, τὸ αὐτὸ ὄν, ἀλλοιότερον μὲν φαίνεται μοχθηροῖς ὀφθαλμοῖς, ἀλλοιότερον δὲ ἐρασταῖς νομίμοις· καὶ γὰρ τὸ ξίφος, τὸ αὐτὸ ὄν, ἀλλοιότερον [*](89 b) μὲν φαίνεται τῷ ἀριστεῖ, ἀλλοιότερον δὲ τῷ δημίῳ· καὶ τὴν μὲν Πενελόπην ἀλλοίως μὲν Ὀδυσσεὺς ὁρᾷ, ἄλλως δὲ ὁ Εὐρύμαχος·

καὶ τὸν ἥλιον ἄλλως μὲν ὁρᾷ Πυθαγόρας, ἄλλως δὲ Ἀναξαγόρας, Πυθαγόρας μὲν ὡς θεόν, Ἀναξαγόρας δὲ ὡς λίθον· καὶ τὴν ἀρετὴν ἄλλως μὲν διώκει Σωκράτης, ἄλλως δὲ Ἐπίκουρος, Σωκράτης μὲν ὡς εὐδαιμονίας ἐραστής, Ἐπίκουρος δὲ ἡδονῆς.

Οὕτω καὶ καλὸν σῶμα ἄλλως μὲν διώκει Σωκράτης, ἄλλως δὲ Κλεισθένης, Σωκράτης μὲν ὡς ἀρετῆς ἐραστής, Κλεισθένης δὲ ὡς ἡδονῆς.