Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Κορινθίῳ ἀνδρί, ὄνομα Αἰσχύλῳ, παῖς ἦν Ἀκταίων, μειράκιον Δωρικόν, ὥρᾳ διαφέρον.

Ἐρᾷ Ἀκταίωνος νεανίας Κορίνθιος, γένους τῶν Βακχιάδων· Βακχιάδαι δὲ Κορίνθου ἐδυνάστευον.

Ὡς δὲ ἐσωφρόνει τὸ μειράκιον καὶ ὑπερεφρόνει ὑβριστοῦ ἐραστοῦ, ἐκώμασεν εἰς Ἀκταίωνος ὁ ἐραστὴς ὁμοῦ τοῖς Βακχιάδαις νεανίσκοις· οἳ θαρσοῦντες μέθῃ καὶ τυραννίδι καὶ ἔρωτι, εἰσπεσόντες εἰς τὸ δωμάτιον, οἱ μὲν ἐπειρῶντο ἀπάγειν, οἱ δὲ οἰκεῖοι κατέχειν· σπώμενον τὸ μειράκιον ὑπʼ ἀμφοῖν, βίᾳ διαφθείρεται ἐν χερσὶν αὐτῶν.