Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Εἰ δέ που τὶς οἷος δικαστοῦ χώραν ἔχειν μὴ κυάμῳ λαχόντος, ἀλλʼ ᾗπερ δεῖ χειροτονίᾳ δικαστοῦ μόνῃ, αὐτῷ τῷ εἰδέναι, πρὸς τοῦτον οὐχ ὡς ἀδικῶν, [*](20 κύαμῳ λαχόντος vi. or. 3. 5 c) [*](1 ἄγοντας 〈ας in ras.) R! ‖ 1. 2 πρὸς καὶ βαύνῳ δ corr. Markl πρὸς τῷ κλιβάνῳ Reiske ‖ 3 〈καὶ〉 πράττοντες eiske 6 ἤμην H εἴημεν α(δ) γραφῆς 〈ἄξιοι〉 καὶ α(δ Δ) ‖ 7 ἀπελογι- σάμην Nα(δ Δ) 11 μέντοι MN περιγίγνεσθαι Heins.(Δ) ‖ 13 ψηφιεῖσθαι RMN (suprascr. ε) cf Dürr l. l. p. 43 ψηφιεῖσθε cett. (δ Δ) | in mge τέλος ἀπολογίας (ut p. 196. 16) R! ‖ 15 ἀπο- λογουμένου Reiske ‖ 18 δὲ ?? οὐδὲν Ri! ‖ 19 ἔχει M ‖ 20 λα- χών Reiske (Duebn.) | ἥπερ Ϛ(δ Δ) | δεῖ Bob. δὴ codd. (δ Δ) χειροτονία ϛ(δ Δ) 21 μόνη ϛ(δ Δ) | αὐτοῦ MN)

202
οὐδʼ ὡς φεύγων γραφήν, ἀπολογιεῖται, εἴτε Ἀναξαγόρας ἐν Κλαζομεναῖς, εἴτε ἐν Ἐφέσῳ Ἡράκλειτος, εἴτε ἐν Σάμῳ Πυθαγόρας, εἴτε ἐν Ἀβδήροις Δημόκριτος, εἴτε ἐν Κολοφῶνι Ξενοφάνης,, εἴτε ἐν Ἐλαίᾳ Παρμενίδης, εἴτε ἐν Ἀπολλωνίᾳ Διογένης, εἴτέ τις | ἄλλος τῶν δαιμονίων ἐκείνων ἀνδρῶν·

ἀλλʼ ἐξ ἰσοτιμιᾶς [*](78 b) οὑτωσὶ πείθων καὶ διαλεγόμενος, συνετὰ συνετοῖς λέγων, καὶ πιστὰ πιστοῖς, καὶ ἔνθεα ἐνθέοις·

ὅτι τῇ τοῦ ἀνθρώπου ψυχῇ ἔνειμεν θεὸς δυνάμεις τρεῖς καὶ χώρας καὶ φύσεις, ὥσπέρ τινα ἀθροίζων ξυνοίκησιν πόλεως·

ἧς τὸ μὲν ἄρχον καὶ προβουλευόμενον εἰς ἀκρόπολιν ἀναγαγών, ἰδρύσας αὐτοῦ, πλέον οὐδὲν αὐτῷ προσέταξεν λογισμοῦ·

τὸ δʼ ἀκμάζον, καὶ πράττειν δεινόν, καὶ τελεσιουργεῖν ἱκανὸν τὰ βουλευθέντα, συνῆψέν τε καὶ ξυνεκέρασεν διʼ ὑπηρεσίας προσταγμάτων τῷ βουλευτικῷ·