Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

τρίτον δʼ αὗ, τὸ ἀργὸν τοῦτο πλῆθος καὶ ἀκόλαστον καὶ βάναυσον, καὶ μεστὸν μὲν ἐπιθυμιῶν, μεστὸν δὲ ἐρώτων, μεστὸν δὲ ὕβρεως, μεστὸν [*](Ed. Duebn. p.90)δὲ ἡδονῶν παντοδαπῶν, τρίτην ἔχειν μοῖραν, οἷον δῆμόν τινα ἀργόν, καὶ πολύφωνον, καὶ πολυπαθῆ, [*](9 δυνάμεις τρεῖς cf. Albin. 23 Apul. dogm. Plat. I 13 Ps. Plut. vit. Hom. 129 Sallust. 10 Plat Tim. 70a republ. IV 440 e Phaedr. 246a Diels dox. 587 12 ἀκρόπολιν i.e. ‘caput’ cf. Plat. republ. VIII 560 b τὴν . . ψυχῆς ἀκρόπολιν Tim. 70a Norden ann Fleck 18. 278 16 βουλευτικῷ cf. etiam Stob. ecl II 117 Norden ann. Fleck. 18. 277 1) ‖ 16. 17 τὸ ἀργὸν τοῦτο πλῆθος vi. or. 27 6 c συνεπιθυμῇ δὲ sq. or. 29. 3 a καὶ οὗτοι sq. vi. etiam or. 15. 5 a τοσούτῳ ὄχλῳ ἀργῶν 17 ἀκόλαστον 2q. non ἀπολαυστικὸν sed παθητικὸν μέρος ψυχῆς spectat ut or. 27. 5 d sq. 20 οἷον δῆμόν τινα v. or. 7. 2 c πολύφωνον καὶ πολυπαθῆ ═ or. 7. 2 d) [*](1 εἴτε — 6 ἀνδρῶν p) [*](3 ἀυδήροις (sic!) MN ‖ 4 Ἐλέᾳ φ α p (δ Δ) ‖ 7 οὑτοσὶ Markl. 15 συνεκέρασε MNα(δ Δ°) ‖ 16 ἀργὸν] ἄλογον Markl. ‖ 19 ἔχει MN)

203
καὶ ἔμπληκτον.

Ταύτῃ δὴ νενεμημένης τῆς ψυχῆς τὴν οἰκονομίαν τῆς τοῦ ἀνθρώπου συντάξεως, στάσις ἐγγίγνεσθαι φιλεῖ, αὐτὸ ἐκεῖνο τὸ ἐν πόλει πάθος·

ὧν ἡ μὲν εὐδαίμων πόλις βασιλεύεται, τῶν ἄλλων μερῶν εἰκόντων κατὰ τὸν τοῦ θεοῦ νόμον τῷ δυναμένῳ καὶ πεφυκότι ἐξηγεῖσθαι·

ἡ δὲ ταύτης ἐλλειπεστέρα κατʼ εὐδαιμονίαν πόλις, ἀριστοκρατίαν ὀνομάζουσο τὴν τῶν ἐν δυνάμει ξυνεληλυθότων ἀρχήν, ἐλάττων μέν ἐστιν βασιλευομένης, κρείττων δὲ δημοκρατουμένης, ἰσχυρὰ μέν τις καὶ πρακτική, κατὰ τὴν Λακωνικήν, ἢ Κρητικήν, ἢ Μαντινικήν, ἢ Πελληνικήν, ἢ Θετταλικὴν πολιτείαν ἱσταμένη, φιλότιμος δὲ ἄγαν καὶ φιλόνεικος, καὶ δύσερίς, καὶ πολυπράγμων, καὶ ἰτητική, καὶ θαρσαλέα.

Τρίτον δʼ αὗ πολιτείας γένος, ὄνομα μὲν [*](79 a)εὔφημον δημοκρατία, τὸ δὲ ἀληθὲς ὀχλοκρατία, κατὰ τὴν Ἀττικήν, ἢ Συρακοσίαν, ἢ Μιλησίαν, ἤ τινα ἄλλην πλήθους ἰσχύν, πολύφωνόν τε καὶ ἀκόλαστον καὶ παντοδαπόν.