Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

καὶ ἄσκησις καλοκαγαθίας. Εἰ μὲν οὖν ταῦτα ἐπʼ οὐδὲν συντελεῖ τῶν καλῶν, ἢ συντελοῦντά γε οὐ δεδίδακται οὐδὲ ἤσκηται, ἀλλὰ εἰκῇ καί, εἰ ἔτυχεν, παρα γιγνόμενα, σκηνὴ τὸ χρῆμα, εἰσαγγελίας ἄξιον ὄντα [*](78a) φῇς·

εἰ δὲ τοῦτο μὲν οὐδεὶς φήσει, οὐχ οὕτω μέμηνεν. Ἀλήθειάν γε καὶ ὑγιῆ λόγον, καὶ ἀρετήν, καὶ γνῶσιν νόμου καὶ δίκης, οὐκ ἔστιν ἑτέρως λαβεῖν, ἢ περὶ αὐτὰ πραγματευόμενον, οὐ μᾶλλον ἢ τὰ σκυτοτομικὰ μὴ [*](6 ἀληθὴς λόγος sq. vi or 1. 8 e ‖ 7. 8 οὐκ εἰδυῖα μανθάνει vi. or 10. 5 h ἀνάγκη γὰρ ἢ εὑρόντα εἰδέναι ἢ μαθόντα ‖ 15 σκηνὴ χρῆμα or. 1 6 g) [*](5 οὐ γάρ ἐστιν — 9 σφάλλεται n) [*](1 φημὶ κἀγώ del. Meiser ‖ 2 εὐνομίαν 〈καὶ〉 ἡ τῶν p ‖ 8 μὲν (post εἰδυῖα) om. n ‖ 9 φυλάττουσα] μαλάττουσα MN ‖ 11 βίου] λόγου MNα(δ) | λόγου] λόγων N βίου α(δ) ‖ 12. 13 οὐδενὶ (suprascr ι man. rec.) R ‖ 13 14 οὐ διδακτὰ οὐδὲ ἀσκητά Meiser ‖ 14 ἀλλ᾿ α(δ Δ) | εἰκῆ καὶ α(θ) εἰκῆ σύνεστι καὶ Reiske | ὡς (pro εἰ) ἔτυχε ϛ (δ Δ) παραγίνεται Markl. ‖ 15 σκηνῆς N Reiske σύνεστι Dav.2 ceterum „scaevam“ (err. typ. pro „scaenam“) σ2 unde fuerunt qui concluderent ἀπηνὲς fuisse in φ χρῆμα] σχῆμα nescio unde Duk. 〈οὐκ( καὶ)〉 εἰσαγγελίας Reiske(Markl.) | ὄντα om. MNα(θ) ὂν καὶ Schenkl ὡς Reiske an 〈ἄξι〉ον γρα(φῆς)? ‖ 16 φῇς] γραφῆς Schenkl Meiser μέμηνεν 〈οὐδεὶς〉 Reiske ‖ 17 ἀλήθειαν δὲ Markl. (Duebn.))

201
περὶ αὐτὰ ἄγοντας σχολήν, ἢ τὰ χαλκευτικὰ μὴ πρὸς τῷ βουνῳ καὶ τῷ πυρὶ διημερεύοντας, ἢ τὰ κυβερνητικὰ μὴ θαλαττουργοῦντας καὶ ναυτιλλομένους·

πράττοντες μὲν ταῦτα ἀδικοῦμεν οὐδέν, ἀπολειπόμενοι δὲ αὐτῶν, καὶ μηλόβοτον ἐῶντες τὴν ψυχὴν καὶ ἄγονον, ἦμεν ἂν γραφῆς καὶ εἰσαγγελίας.

Ἐγὼ μέν, ἃ νομίζω καὶ δίκαια ἄμα καὶ ἀληθῆ εἶναι, ἀπελογησάμην πρὸς ὑμᾶς, ὦ ἄνδρες Κλαζομένιοι· ἀξιῶ δὲ ὑμᾶς μὴ αὐτόθεν διενέγκαι τὴν ψῆφον, ἀλλʼ ἐπισχεῖν τὸ νῦν ἔχον, αὐτόπτας δὲ καὶ θεατὰς γενομένους τῶν αὐτῶν ἐμοί· εἰ μέν τι χρηστὸν περιγίγνεται, δόξετε, διδαχθέντες ἔργῳ, ἀφεῖναι τῆς γραφῆς· εἰ δὲ μή, τότε ὑμεῖς μὲ ψηφιεῖσθαι τὰ ὑμῖν δοκοῦντα· ἡμεῖς δὲ καὶ ὣς περὶ[*](τέλος ἀπολο γίας) αὐτῶν καλῶς βουλευσόμεθα.’

Ταῦτα λέγοντος καὶ ἀπολογιζομένου τῶ Ἀναξαγόρου, γελάσονται, ὡς τὸ εἰκός, οἱ Κλαζομένιοι· οὐ γὰρ δὴ πιθανώτερός γε δόξει εἶναι τῆς γραφῆς, ἀληθῆ δὲ οὐδὲν ἧττον αὐτῷ λελέξεται, κἂν ἐκεῖνοι καταψηφφίσωνται.