Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ταύτῃ νομίσας ἰέναι δεῖν εἱπόμην τοῖς ἄγουσιν λόγοις, καὶ τὰ ἴχνη τῆς ὁδοῦ διεσκόπουν.

Καὶ τὰ μὲν ἐμὰ ταύτῃ ἔχει· ὅτι δὲ καὶ περὶ ὑμᾶς τὰ ἄριστα καὶ τὰ δικαιότατα βουλεύομαι ταύτῃ ἰών, νῦν ἐρῶ.

Τὰ γὰρ κοινὰ σώζεσθαι φιλεῖ, οὐκ ἐὰν τὰ τείχη ὑμῖν ἀραρότα ᾖ, οὐδὲ νεὼς οἶκοι σωζόμενοι, οὐδὲ νῆες αὐταὶ πλέουσαι, οὐδέ γε στοαί, καὶ ἄλση, καὶ γυμνάσια, καὶ τεμένη, καὶ πομπεῖα (ταῦτα γὰρ δὴ εἰ καὶ μὴ οἱ πολέμιοι, μηδὲ πῦρ, μηδὲ ἄλλή τις συμφορά, ἀλλʼ ὅ γε χρόνος λαβὼν οἰχήσεται)· τὸ δὲ σῶζον τὰς πόλεις ἡ ἁρμονία, καὶ ὁ τῆς πολιτείας κόσμος· [*](4 ὥσπερ φῶς ὀφθαλμοῖς vi. or 1 3b ‖ 10 ἀληθείας ἔρως vi. or. 1. 5 e ‖ 11 ἡ περὶ ταῦτα φιλοτιμία vi. simil or 1. 4c ὡραιότερον πρὸς φιλοτιμίαν (scil. ψυχῆς ἀγῶνα)) [*](8 οὐ λῆροι — p. 200. 2 ἀρετὴ p (omissis tamen 14 καὶ τὰ μὲν — 16 νῦν ἐρῶ et p. 200. 1 φημὶ — p. 200. 2 εὐνομίαν)) [*](4.5 πορίᾳ R ‖ 6. 7 lac. indic et expl. Hob. ‖ 7 〈οὐχ〉 οἷς φα(δ Δ) 〈οὐχ〉 ὡς Hahn | γε λέγομεν (vel τελοῦμεν) Reiske τὸ λεγόμενον Hahn Παναθηναίοις α(δ Δ) 〈καὶ αἱ〉 ὁδοὶ φα(δ Δ) 8 ἐπʼ αὐγὴν Meiser ‖ 10 〈ὁ〉 ἔρως Markl. ‖ 15 ταύτην Reiske ‖ 17 ἡμῖν H ὑμῶν Nα(δ) νεώσοικοι α(δ Δ) ‖ 17. 18 οὐδʼ αἱ νῆες Reiske 18 αὐταὶ] ἄριστα Markl ‖ 19 in mge σημείωσαι M | πόπια R (sine acc.) MN om. p ‖ 22 πόλεις 〈οὐχ〉 ἡ ἁρμονία Reiske)

200
φημὶ κἀγώ. Ταῦτα δὲ ὑπὸ τῆς εὐνομίας γίγνεται, τὴν δὲ εὐνομίαν ἡ τῶν χρωμένων ἀρετὴ φυλάττει, τὴν δὲ ἀρετὴν διδόασιν οἱ λόγοι, τοὺς δὲ λόγους ἡ ἄσκησις, τὴν δὲ ἄσκησιν ἡ ἀλήθεια, τὴν δὲ ἀλήθειαν [*]( Ed. Duebn. p. 89)ἡ περὶ αὐτὴν σχολή.

Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἄλλο ὄργανον, ᾧ κτητὸν ἀρετή, πλὴν ἀληθὴς λόγος, ὑφʼ οὗ παροξύνεται ἡ ψυχὴ καὶ ζωπυρεῖται, καὶ οὐκ εἰδυῖα μὲν μανθάνει, μαθοῦσα δὲ φυλάττει ἃ ἔμαθεν, φυλάττουσα δὲ χρῆται, χρωμένη δὲ οὐ σφάλλεται.

Τοῦτο ἡ διατριβή, τοῦτο ἡ σχολή, ἀληθείας μελέτη, καὶ τέχνη βίου, καὶ ῥώμη λόγου, καὶ παρασκευὴ ψυχῆς,