Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
Θεοῦ δὲ μαντεῖα καὶ ἀνθρώπου νοῦς (τολμηρὸν μὲν εἰπεῖν, φράσω δὲ ὅμως) χρῆμα συγγενές, καὶ εἴπέρ τι ἄλλο ἄλλῳ ὅμοιον, οὐδὲν ἂν εἴη ἐμφερέστερον ἀρετῆς ἀνθρωπίνης γνώμῃ θεοῦ. Μὴ τοίνυν [*](13 γνώμη ἀνθρώπου sq. vi. or. 1. 2 b vers. finem || 18. 19 τολμηρὸν . . εἰπεῖν cf. Plat. soph. 267 d κἂν τολμηρότερον εἰ- ρῆσθαι || 19 χρῆμα συγγενές vi. or. 6. 1 d) [*](5 ἀμφισβητησίμου] in mge ἀμφισβητήσιμον τὸ ξύλινον (rubr. col.) M || 10 σώζειν φέρουσαι] in mge ἐφʼ ὧν σώζονται οἱ φερόμενοι καὶ νικῶσιν οἱ μαχόμενοι M) [*](1 κατασκευήν (in mge corr.) B || 7 ἐξιστάσθαι RMN ἐξίσ- τασθε cett. (δ Δ) sed cf. Dürr l. l. p. 43 || 8 καὶ (ante ἐλευθερίᾳ) om. MN φα(δ) || 18 μαντεῖα Rφ (,,oracula deorum“ σ2) μαντεία cett. (δ Δ) | ἀνθρώπων MNφα(θ))
Οὔτε τὸ θεῖον πάντων εὔστοχον, οὔτε τὸ ἀνθρώπινον πάντων ἄστοχον.
Καὶ περὶ μὲν τοῦ ἀνθρωπίνου νόμου καὶ αὖθις ῥητέον·
τὸ δὲ θεῖον δοκεῖ σοι γινώσκειν πάντα ἑξῆς, καὶ τὰ καλὰ καὶ τὰ αἰσχρά, καὶ τὰ τίμια καὶ τὰ ἄτιμα; φείδομαι τῶν ῥημάτων, καὶ αἰδώς με τοῦ θεοῦ ἔχει· σεμνὸν γάρ τι τὸ πάντα εἰδέναι, καὶ ἀριθμὸν ψάμμων, καὶ θαλάττης μέτρα, καὶ ξυνιέναι ἀτόπου λέβητος ἑψομένου ἐν Λυδοῖς. Καὶ δηλαδὴ πᾶσι τοῖς δεομένοις θεσπίζει ὁ θεὸς τὸ ἀληθὲς μαθεῖν, καὶ συμφέρει, κἂν μέλλῃ ὁ μαθών, ἄδικος ὤν, πλεονεκτήσειν.