Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

θεοῦ; Ἐγὼ μὲν οἶμαι, οὐδὲ αἰνίγματος ἂν ἐδεήθη πρὸς αὐτούς, οὐδὲ τείχους ἀμφισβητησίμου·

ἀλλʼ εἶπεν || ἄν, ὧδέ πως ‘Ὦ Ἀθηναῖοι, τῶν μὲν λίθων καὶ [*](Ed. Duebn. p.75) τῶν οἰκοδομημάτων ἐξίστασθαι τῷ βαρβάρῳ· αὐτοὶ δὲ πανοικησίᾳ, αὐτοῖς παισίν, καὶ ἐλευθερίᾳ, καὶ νόμοις, ἴτε ἐπὶ τὴν θάλατταν· ὑποδέξονται δὲ ὑμᾶς τριήρεις ἱκαναί, καὶ σώζειν φέρουσαι, καὶ νικᾶν μαχόμεναι.’

Τί δήποτʼ οὖν οἱ ἄνθρωποι ἐπὶ τὰ μαντεῖα παραγίγνονται, ἀμελήσαντες τῆς παρὰ τοῦ ὁμοίου συμβουλῆς; ἢ διότι γνώμη μὲν ἀνθρώπου ἐπισφαλὲς καὶ ἄπιστον καὶ ἐπίφθονον καὶ κίβδηλον καὶ οὐκ ἀεὶ ὅμοιον, καὶ οὐκ ἐν παντὶ εὔστοχον·

ὸ δὲ θεῖον κατὰ μὲν τὴν ὑπεροχὴν πιστόν· κατὰ δὲ τὴν ἀλήθειαν δόκιμον, κατὰ δὲ τὴν πεῖραν εὔστοχον, κατὰ δὲ τὴν τιμὴν ἀνεπίφθονον;