Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Δεινῶς τινα πολυπράγμονα ἡγεῖ τὸν θεόν, καὶ περίεργον, καὶ εὐήθη, καὶ μηδὲν τῶν ἐν τοῖς κύκλοις ἀγειρόντων διαφέροντα, οἳ δυοῖν ὀβολοῖν τῷ προστυχόντι ἀποθεσπίζουσιν·

ἐγὼ δὲ μὴ ὅτι θεόν, ἀλλ᾿ οὐδὲ ἄνδρα ἀγαθόν, ἀξίως ἐπιπηδᾶν τῷ ἀληθεῖ· οὐδὲν γὰρ σεμνὸν [*](12 ἀριθμὸν ψάμμων sq. vi. or. 11. 6 c || 13 ἀτόπου λέβητος vi. or. 11. 6 c || 20. 21 μὴ ὅτι θεόν, ἀλλʼ οὐδὲ ἄνδρα ἀγαθόν ═ or 5.3 a) [*](21 οὐδὲν — p. 161. 4 ὤνησεν n) [*](4 γὰρ (post τὸ) om. φ? || 6 ὡς δεῖ] ὡδὶ φ? („rem totam ita dis- tinguere“ σ2) et ita Hahn || 8 νόμου] νοῦ Heins. μοι Dav.2 μόνου Duk. del. Markl. || 10 καὶ τὰ τίμια om. in mge ead. man. add. R! || 11 θείου ΒΜΝ α! || 14 δηλαδὴ] εἰ δὲ δὴ (del. καὶ) Duk. || 15 〈καὶ〉 τὸ ἀληθὲς Dav.2 || 15 μαθεῖν κἂν οὐ συμφέρῃ Markl. μαθεῖν δὲ καὶ συμφέρει Reiske [μαθεῖν] κἂν συμφέρῃ 〈μαθεῖν〉 Heins. lac. ind. Duebn. || 17 (et p. 161. 5) ἡγῇ Ϛ(δΔ⁰) || 18 ἐγειρόντων B (supr. α) Nα corr. Steph. || 20 ἐγὼ scil. ἡγοῦμαι (an scriben- dum λέγω?) || 21 ἀξιῶ α(δ Δ))

161
τὸ τἀληθῆ λέγειν, εἰ μὴ γίγνοιτο ἐπʼ ἀγαθῷ τοῦ μαθόντος. Οὕτω καὶ ἰατρὸς νοσοῦντα ἐξαπατᾶ, καὶ στρατηγὸς στρατόπεδον, καὶ κυβερνήτης ναύτας, καὶ δεινὸν οὐδέν· ἀλλὰ ἤδη καὶ ψεῦδος ὤνησεν ἀνθρώπους, καὶ τἀληθὲς ἔβλαψεν.

Εἰ μὲν οὖν ἄλλό τι ἡγεῖ εἶναι τὴν μαντικήν, ἢ νοῦν θεῖον, διαφέροντα τοῦ ἀνθρωπίνου ἀκριβείᾳ καὶ βεβαιότητι, νόμιζε πολεμεῖν λόγον λόγῳ·

εἰ δέ ἐστιν οὐδὲν ἀλλοιότερον, ἢ ὅσον τὸ ἐξ ἡλίου φῶς τοῦ ἐκ πυρός, φῶς δὲ ἑκάτερον, ἀγάπα μὲν τὸ λαμπρότερον, μὴ ἀτίμαζε δὲ τῇ διαιρέσει τὸ ἀμαυρότερον.