Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἀνδρὶ δὲ ὅτῳ χορὸς μὲν καὶ ᾠδὴ καὶ ἡ ἐκ μελῶν ἡδονὴ χώραν ἔχει ὅσην περ καὶ τοῖς παισὶν τὰ ἀθύρματα, μέλει δὲ αὐτῷ μέτρου ψυχῆς καὶ ῥυθμοῦ καὶ μέλους καὶ σχήματος | τοῦ περὶ τὰς πράξεις καὶ [*](62a) τὸν ἄλλον βίον, οὐδʼ ἂν τὴν ἀρχὴν εἰς νοῦν ἔλθοι τουτὶ τὸ ἀπόρημα πότερον δίκα τεῖχος ὕψιον ἢ μή· ἀλλʼ οὑτωσὶ φαίην ἂν μεταλαβὼν τὸ ᾆσμα τὸ σόν, ὅτι καὶ δίκα τεῖχος ὕψιον, καὶ σκολιαῖς ἀπάταις ἀναβαίνειν ἐπιχθόνιον γένος ἀνθρώπων, ἀλλʼ ἀπρόσβατόν τι χρῆμα τῇ ἀπάτῃ ἡ δίκη, ὥσπερ τοῖς Ἀλωΐδαις ὁ οὐρανός· καὶ ὤνησεν αὐτοὺς οὐδὲν [*](6 ἀνδρὶ δὲ ὅτῳ sq. vi. or. 1.1 b et 2 a || 6. 7 ἡ ἐκ μελῶν ἡδονὴ vi. or 22. 3 b || 19 Ἀλωΐδαις cf. Lucian. Char. 3 Diogen. ep. 33 Orig. c. Cels. IV 174 Themist. II 36 b VI 79a Philostr vit. Apoll. 7. 265 lulian. l 28 c Plat. symp. 190b Hom. E 385) [*](18 ἀπρόσβατον (τοῖς ἐχθροῖς) p) [*](1 σεαυτὸν B || 2 χρυσῷ χαλκόν MNOPα(δ) || 6. 7 καὶ ἡ ἐκ μελῶν ἡδονὴ om. σ2 || 10 ἐς NOPα(δ Δ) || 12 δίκας α(δ) δίκᾳ Δ || 13 οὑτοσὶ Markl. | ante φαίην spatium unius litterae solemni signo (÷) notatum R! φαίη α(δ Δ) om. B | μεταβαλὼν MNBα (δ Δ) (suprascr. λ et β) P || 15 καὶ] ναὶ α(δ Δ) || 16 καὶ μὴ σκο- λιαῖς σ2 Dav.2 ἢ (οὐ) σκολιαῖς Duebn. (Schenkl) καὶ μὴ σκολιᾶς α(δ) | ἀπάτας α(δ) | ἀναβαίνει B (Duebn.) || 17 ἐπιχθόνιον ut supra ad p. 145. 15 || 19 Ἀλωΐδαις (λ in ras.) R! )

147
ἡ Ὄσσα ἐπιτεθεῖσα τῷ Ὀλύμπῳ, καὶ ὁ Ὄλυμπος τῷ Πηλίῳ, ἀλλὰ ἀπεῖχον τοῦ οὐρανοῦ, ὅσον ἀπέχει ἀπάτη δίκης.

Οὐκοῦν τῶν μὲν ἀγαθῶν ἡ δίκη, τῶν δὲ μοχθηρῶν ἡ ἀπάτη· καὶ δόκιμον μὲν ἡ δίκη, κίβδηλον δέ τι ἡ ἀπάτη· καὶ ἰσχυρὸν μὲν ἡ δίκη, ἀσθενὲς δὲ ἡ ἀπάτη· καὶ τὸ μὲν ὠφέλιμον, τὸ δὲ οὔ. ||

Ὅτῳ δὴ μέλει δίκης, καὶ περιβέβληται τουτὶ τὸ [*](Ed. Duebn. p.71) Πινδάρου τειχίον, οὗτος ἕλοιτο ἄν ποτε ἀδικηθεὶς ἀμύνασθαι ἐκ τῆς ἴσης; φέρε ἴδω τι καὶ λέγων· μὴ γὰρ οὖν καὶ ἀδικεῖσθαι αὐτῷ θέμις ᾖ.

Εἰ μὲν γὰρ τὸ ἀδικεῖν καὶ τὸ ἀδικεῖσθαι τοιοῦτόν ἐστιν, ὁποῖον τὸ τύπτειν καὶ τύπτεσθαι, καὶ τέμνειν καὶ τέμνεσθαι, οὐδὲν δεινὸν τὸν αὐτὸν καὶ δραστικὸν ὁμοῦ εἶναι ἀδικίας καὶ παθητικόν· εἰ δʼ ἐνταῦθα ὁ αὐτὸς μὲν τῇ κοινότητι τῆς φύσεως ἐνέργειαν καὶ πάθος, ἑκάτερον αὐτῶν, καταδέχεται, ἔοικεν δὲ τὸ ἀδικεῖν καὶ ἀδικεῖσθαι πολὺ μᾶλλον τῷ ὁρᾶν καὶ ὁρᾶσθαι, ὁ μὲν γὰρ τὸ μετέχον ὄψεως, τὸ δὲ, ὁρώμενον, οὐ πάντως καὶ

[*](1 Ὄσσα . . Ὄλυμπος vi. or. 28. 3 b || 2 ἀπεῖχον τοῦ οὐρανοῦ, ὅσον sq. vi. simil. or. 2. 2b || 14 εἰ δʼ ἐνταῦθα sq. cf. similem ra- tiocinationem Archytae ap. Stob. fl. l 70)[*](12 τέμνειν — 14 παθητικόν p)[*](4 καὶ δόκιμον — 5 ἡ ἀπάτη om. B || 9 φέῤ εἴδιω R φέῤ εἴδω BMNOP φέῤ ἴδω α(δ Δ) | λέγε B λέγω φα(δ Δ) || 10 οὖν] οὐ Markl. οὐδʼ Duk. | 〈ἀδικεῖν〉 καὶ ἀδικεῖσθαι Combes | ἦν B || 10.11 γὰρ καὶ τὸ B || 11 τοιοῦτο τί ἐστιν B || 12 καὶ τὸ τύπτε- σθαι OPα(δ) | καὶ τέμνειν καὶ τέμνεσθαι om. σ2 (φ?) ὥσπερ ἐστὶ τέμνειν καὶ τέμνεσθαι p || 13 οὕτως οὐδὲν p || 16 αὐτὸν MNP | 〈οὐ〉 καταδέχεται Markl. || 17 τὸ ὁρᾶν NOP | καὶ ὁρᾶσθαι — 18. p. 148. καὶ ὁρᾷ, ἢ om. N | οἱ μὲν γὰρ H (prim. man.) τὸ μὲν γὰρ φα(δ) ὁρᾶ γὰρ B ὁρᾶ μὲν γὰρ H (alt. man.) unde ὁρᾶται μὲν γὰρ Δ sed intellige ‘alter is est qui videt, alterum, etsi videtur, ipsum tamen non semper videtʼ || 18 ὄψεως 〈καὶ ὁρᾶται〉 Heins. )
148

ὁρᾷ, ἢ μᾶλλον οὑτωσὶ λέγωμεν, ὅτι ἔοικεν τὸ ἀδικεῖν καὶ ἀδικεῖσθαι τῷ ἐλέγχειν καὶ ἐλέγχεσθαι· ἐλέγχει μὲν γὰρ ὁ τὸ ἀληθὲς εἰδώς, ἐλέγχεται δὲ ὁ ἀγνοῶν· καὶ ὡς οὐκ ἂν εἴη οὔτε τοῦ τἀληθὲς εἰδότος τὸ ἐλέγχεσθαι, οὔτε τοῦ τἀληθές οὐκ εἰδότος τὸ ἐλέγχειν, οὕτως οὐδὲ τὸ ἀδικεῖν εἴη ἂν καὶ τὸ ἀδικεῖσθαι τοῦ αὐτοῦ.