Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τί δήποτʼ οὖν τὸ τούτου αἴτιον; Ὅτι τὰς μὲν τῶν σωμάτων τέχνας καὶ τὰς ἐπὶ ταύταις ταλαιπωρίας οὐ πᾶσα ἀνέχεται σαρκῶν φύσις, οὐδέ ἐστιν τὸ χρῆμα κομιδῇ ἑκούσιον, ἀλλὰ αὐτοφυὲς καὶ αὐτόματον καὶ εἰς ὀλίγους ἐκ πολλῶν ἧκον·

ἢ γὰρ κατὰ μέγεθος φῦναι δεῖ Τιτόλμῳ ὅμοιον, ἢ κατὰ καρτερίαν Μίλωνι, ἢ κατὰ ῥώμην Πουλυδάμαντι, ἢ κατὰ τάχος Λασθένει.

Εἐ δέ τις ἀσθενέστερος μὲν ὢν τοῦ Ἐπειοῦ, αἰσχίων δὲ τοῦ Θερσίτου, μικρότερος δὲ τοῦ Τυδέως, βραδύτερος δὲ τοῦ Αἴαντος καὶ πάσας τὰς τοῦ σώματος ἐλαττώσεις ἠθροισμένας ἔχων ζηλώσαι τὴν ἀγωνίαν, ἦ ἔρωτα ἠράσθη κενὸν καὶ ἀτελεύτητον.

Τὰ δὲ τῆς ψυχῆς ἀγωνίσματα ἔμπαλιν ἔχειν τοῖς ἐκεῖ· ὀλίγον γὰρ καὶ σπάνιον ἐν τῷ τῶν ἀνθρώπων γένει τὸ μὴ πεφυκός· [*](6 σωμάτων τέχνας sq. vi. etiam simil. or. 41. 4 e || 10 Τίτολ- μος Μίλων cf. Lucian. hist 34 (45) Aelian. var hist. XII 22 Μίλων etiam Epict. diss. l 2. 37 || 11 Πουλυδάμας cf Lucian. hist. 35 (48) Plat. republ. I 338 c Aristid. or. 46 (422) || 12 Ἐπειὸς cf. Lucian. hist. 2 22 (120) Plat. republ X 620c || 13 Θερκίτης cf. Lucian. hist 14 (20) Aeschin. 1.231 Liban. ep. 1522 Hippocr. ep. IIl 804 (k) | Τυθεὺς cf. Dio Halic. ars rhet. 3. 4 Etym. magn. 771. 33 || 15 ἔρωτα ἠράσθη sq. vi. or. 36. 4 a) [*](10 ἢ κατὰ καρτερίαν — 11 Λασθένει n | κατὰ καρτερίαν — 15 ἔχων p || 11. 12 εἰ δέ τις — 14 Αἴαντος n) [*](4 θεατὴν (τὴν in ras.) R! || 5 τούτων Ϛ(θ) | αἴτιον (αι in ras.) R! || 8 ἀλλʼ nescio unde Δ || 10 Ττόρμω α(δ Δ) sed vi. Hesychium | Μίλωνι (μήλ- Mn) ὃμοιος ἢ p || 11 Πουλυδάμαντι RB Πολυδάμαντι cett.(θ) || 12 ὢν om. Mp || l3 βαρύτερος Markl. 15 ἠθροιμένας (suprascr. σ) R! | ἢ R || 17 ἔχει Ϛ(δ Δ))

9
οὐ γὰρ αὐτοφυεῖς α τῆς ψυχῆς ἀρεταὶ, οὐ γὰρ αὐτόματοι· ἀλλὰ προεξεργάζεται μέν τι καὶ ἡ φύσις, ὅσον ὑποβάλλειν κρηπῖδα ὀλίγην μεγάλῳ τειχίφ, ἢ τρόπιν μικρὰν ὑψηλῇ ὁλκάδι·

συγκατῴκισεν δὲ ὁ θεὸς τοῖς | [*](21b) λογισμοῖς ἔρωτα καὶ ἐλπίδα, τὸν μὲν ὡσπερεὶ πτέρωμα τι κοῦφον καὶ μετάρσιον, ἐπαῖρον τὲ καὶ ἀνακουφίζον τὴν ψυχὴν καὶ παρέχον αὐτῇ δρόμον ἐπὶ τὰς αὐτῆς ὀρέξεις· καλοῦσιν δὲ οἱ φιλόσοφοι τὸ πτέρωμα τοῦτο ὁρμὴν ἀνθρωπίνην· αἱ δὲ ἐλπίδες σγκατῳκισμέναι τῇ ψυχῇ παραμύθιον ταῖς ἑκάστου ὁρμαῖς, οὐ κατὰ τὸν Ἀττικὸν ποιητὴν τυφλαί, ἀλλὰ ὀξυωπεῖς πάνυ, οὐκ ἐῶσιν αὐτὴν ἀπα || γορεῦσαι πονοῦσαν ὡς τευξομένην [*](Ed. Duebn p. 24) πάντως ὧν ἐρᾷ.