Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἀθλητῇ μὲν γάρ ἐστιν λυμπιάσιν ἀγωνισαμένῳ ἀμελῆσαι τοῦ Ἰσθμοῦ· καίτοι κἀνταῦθα ἐπονείδιστος ἡ ῥᾳθυμία· καὶ οὐκ ἀνέχεται ἡ φιλότιμος ψυχὴ ῥᾳστώνης πόθῳ τὸ μὴ διὰ πάντων ἐλθεῖν, καὶ μετασχεῖν μὴ [*](Ed. Duebu. p. 23)κοτίνου μόνον Ὀλυμπιάσιν, ἀλλὰ καὶ πίτυος ||Ἰσθμικῆς καὶ σελίνου Ἀργολικοῦ καὶ μήλων Πυθικῶν·

καὶ ταῦτα οὐκ αὐτὴ ἔχουσα ἡ ψυχὴ τὴν αἰτίαν τῆς ἀγωνίας, ἀλλὰ διὰ τὴν συνοίκησίν τε καὶ πρὸς τὸ σῶμα ὁμιλίαν συναπολαύουσα τῆς νίκης αὐτῷ καὶ τῶν κηρυγμάτων·

ὅπου δὲ καὶ ὁ πόνος τῆς ψυχῆς αὐτῆς [*](2 μουσικοῦ sq. cf. Plat. legg. lX 879 sq. || 2. 3 μάστιξι καὶ κέντροις cf. Plat. legg. VI 777a || 9 πρᾶγμα ἐκτὸς καὶ ὡμολογη- μένον ═ or. 6. 5 c; 4 2 b al. etiam infra p. 10.11 || 14 κοτίνου sq. vi. or. 29.1 a cf. Lucian Anach 9 (888)) [*](12 οὐκ — 15 Πυθικῶν p) [*](1 δυσπειθῆ R! δυσπαθῆ cett. (δ Δ) corr. Markl. | ἀπὸ πο- νηρᾶς nescio unde Δ || 4 μοι γὰρ P γάρ μοι HB γὰρ cett. (δ) δρᾶν μοι Mα(δ) || 6 πολέμια (λεμι in ras.) R | ἀγαθῷ καὶ nes- cio unde Δ ἀγ. δὲ Markl. ἀγ. δὲ καὶ Keiske || 9 ὁμολογημένου R (pr man.) N || 10 (et 14) Ὀλυμπίασιν Duebn. || 11 ἐπονεί- διστον HB || 12 καὶ (ante οὐκ) om. Nα(δ) || 13 μετασχεῖν 〈θέλει〉 Reiske | μὴ (ante κοτίνου) om. α(δ) || 17 τε καὶ om. B || 18 σῶμα καὶ B || 18 αὐτῶν BNα(δ) corr Markl)

7
καὶ τὸ ἀγώνισμα τῆς ψυχῆς μόνης, καὶ νίκη μόνης, ἐνταῦθα παρόψεταί τινα ἀγῶνος καιρὸν καὶ ῥᾳθυμιήσει ἑκοῦσα; ὅπου μήτε μῆλα μήτε κότινος τὸ ἆθλον, ἀλλʼ ἀντὶ τούτων ὡραιότερον μὲν πρὸς φιλοτιμίαν, ἀνυσιμώτερον δὲ τοῖς θεαταῖς πρὸς ώφέλειαν, εὐδρομώτερον δὲ τῷ λέγοντι πρὸς πίστιν βίου.

Οί δὲ καιροὶ τῆς ἀγωνίας καὶ οἱ τόποι ἄλλοτε ἄλλοι ἄφνω κηρυττόμενοι καὶ ἀθροίζοντες πανδημεὶ Κλληνικὸν αὐτόκλητον καὶ αὐτεπάγγελτον καὶ ξυνιὸν οὐκ ἐφʼ ἡδονῇ ὀφθαλμῶν, ἀλλὰ ἀρετῆς ἐλπίδι, ὅπερ οἶμαι τῇ τοῦ ἀνθρώπου ψυχῇ ἡδονῆς συγγενέστερον.

Ἰδεῖν γοῦν ἐστιν ἐπὶ μὲν τὰς ἄλλας θέας, ὁπόσαι ῥώμης ἢ τέχνης σωμάτων, ἀφικνουμένους σπουδῇ οὐδένα τῶν θεατῶν [*](21a)ὡς |τὸ θέαμα ζηλώσαντα ἢ μιμησόμενον· ἀλλʼ ἐκεῖ μὲν ἐξ ἀλλοτρίων πόνων τὰς ἡδονὰς τοῖς ὀφθαλμοῖς ἐρανιζόμεθα, καὶ ἐκ μυρίων θεατῶν οὐδεὶς ἂν εὔξαιτο εἷς εἶναι τῶν ἐν μέσῳ τῷ σταδίῳ κονιωμένων ἢ θεόντων, ἢ ἀγχόντων, ἢ ἀγχομένων, ἢ τυπτομένων, πλὴν εἴ που τὶς ἀνδραποδώδης ψυχή· ἐνταῦθα δὲ τοσοῦτον οἶμαι καὶ τὴν ἀγωνίαν τήνδε ἐκείνης τῆς ἀγωνίας φιλοτιμιοτέραν [*](11 ἡδονῆς συγγενέστερον sq sed vi. or. 32. 3a || 17 θεόντων sq. vi. or. 39 3 l ὑπὸ δὲ sq || 13 τυπτομένων vi. etiam or. 36. 5 c) [*](1 καὶ εἰ μὴ μόνης HBN om. M φα(δ) καὶ ἡ νίκη μόνης ex R falso adn. Heina. || 2 τινα] τὸν BNα(δ) || 3. 4 ἀλλά τι Markl. 5 ὠφελιαν R || 6 τῷ λέγοντι πρὸς πίστιν] τῷ τείνοντι πρὸς νύσσαν Reiske τῷ λέγοντι πρὸς φύσιν Duk. || 8 πανδημεὶ Hob. πλὴν (i. e. ΠΔΕΙ) codd. πᾶν Reiske (Duebn) πολὺ Duk. πλῆθος Dav. 2 11 ἡδονῆς (ης in ras. ex ῃ) R! || 13 ἀφικνούμενον Dav.2 (Duebn.) 〈μιυρίους μὲν〉 ἀφικνουμένους Reiske | σπουδῇ] μὲν πολλοὺς Duk |〈πάντων δὲ 〉 οὐδένα Reiske | τῶν θεατῶν] αὐτῶν Duk. 14 ζηλώσαντα (ω in ras. ex ο) RNB (suprascr. ο) ζηλώσοντα cett. (δ Δ) || 17 κονιωμένων R! κονιομένων α(δ Δ) | θεόντων (ντ in ras.) R1 18 〈τυπτόντων ἢ〉 τυπτομένων Reiske (Duebn.) 20 τῆνδε R φιλοτιμωτέραν MB)

8
εἶναι, καὶ τοὺς πόνους τῶν πόνων ἀνυσιμωτέρους, καὶ τὸ θέατρον τοῦ θεάτρου συμπαθέστερον, ὥστε οὐδεὶς τῶν παρόντων νοῦν ἔχων οὐκ ἂν εὔξαιτο ἀποθέμενος τὸν θεατὴν ἀγωνιστὴς γενέσθαι.