Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Πάλαι γὰρ ἄν οὐκ οὔσης ἐλπίδος καὶ ὁ χρηματιστὴς ἐπαύσατο χρηματιζόμενος, καὶ ὁ μισθοφόρος στρατευόμενος, καὶ ὁ ἕμπορος πλέων, καὶ ὁ λῃστὴς ληϊζόμενος, καὶ ὁ ἀκόλαστος μοιχεύων· ἀλλʼ οὐκ ἐῶσιν αἱ ἐλπίδες προστάττουσαι τούτους ἀνήνυτα πονεῖν καὶ ἀτελεύτητα, τὸν μὲν χρηματιστὴν ὡς πλουτήσοντα, τὸν δὲ πολεμοῦντα ὡς νικήσοντα, τὸν δὲ πλέοντα ὡς σωθησόμενον, τὸν δὲ ληϊζόμενον ὡς κερδανοῦντα, τὸν δὲ μοιχεύοντα ὡς λησόμενον· κᾆτα [*](2 προεξεργάζεται ἡ φύσις sq. vi. or. 10. 4 d et quae ibi ad- notavi || 5 πτέρωμα ut Plat. Phaedr. 246e || 11 τυφλαὶ cf. Aesch. Prom. vinct. 250 || 21 κἆτα sq. cf. Dio Chrys. 69 3 Teles (Hense) 38 vi. etiam or. 36 6 c sq. or. 41. 3 f) [*](1 οὐ γὰρ αὐτοφυεῖς — 4 ὁλκάδι n || 4 συγκατῴκισεν — 21 λη- σόμενον n) [*](2 προσεξεργάζεται BMα(θ) corr Markl. | μέντοι BN || 3 κρη- πίδα BN || 6 ἐπαῖρον τὲ MB cum || 8 αὑτῆς α(θ) | τὸ πτέ- ρωμια τοῦτο οἱ φιλόσοφοι MN τὸ πτέρ. οἱ φιλόσοφοι τοῦτο α(δ) || 11 ὀξυοπεῖς BM || 12 ἐῶσαι BMφα(θ) corr Markl. || 13 πάντων HB πάντα n | οὐκ οὔσης] ἀπούσης α(δ) || 15 〈 ὁ ἀκόλαστος μοιχεύων καὶ〉 ὁ μισθοφόρος n || 16 καὶ ὁ ἀκόλαστος μοιχεύων om n || 17 τού- τοις α(δ) om N || 20 τὸν δὲ ληϊζόμενον — 21 λησόμενον om. M )

10
τὶς ἕκαστον ὑπολαβοῦσα αἰφνίδιος συμφορὰ ἐσύλησεν μὲν τὸν χρηματιστήν, ἀπέκτεινεν δὲ τὸν μισθοφόρον, κατέδυσεν δὲ τὸν ἔμπορον, ἔλαβεν δὲ τὸν λῃστήν, ἐφώρασεν δὲ καὶ τὸν μοιχόν· καὶ ἀπολώλασιν αὐτοῖς αἱ ὀρέξεις αὐταῖς ἐλπίσιν.

Οὐδὲν γὰρ τούτων περιέλαβεν μέτρῳ οὐδὲ ὥρισεν ὁ θεὸς, οὔτε πλοῦτον, οὔτε ἡδονάς, οὔτε ἄλλό τι τῶν ἀνθρωπίνων δὴ ἐπιθυμημάτων, ἀλλʼ ἔστιν αὐτῶν ἄπειρος ἡ οὐσία· ἔνθέν που καὶ οἱ διώκοντες ταῦτα ἐμπλησθέντες αὐτῶν διψῶσιν μᾶλλον·

ἔλαττον γὰρ τὸ ληφθὲν τοῦ προσδοκωμένου. Ὁπότον δὲ ἄξῃ ψυχὴ ἐπὶ πρᾶγμα ἑστὸς καὶ ὡμολογημένον καὶ πεπε |ρασμένον καὶ ὡρισμένον, καὶ καλὸν μὲν τῇ φύσει, [*](22a) ἀνυστὸν δὲ τῷ πόνῳ, ληπτὸν δὲ τῷ λογισμῷ, διωκτὸν δὲ τῷ ἔρωτι, καταληπτὸν δὲ τῇ ἐλπίδι, τότε γίγνεται ἡ τῆς ψυχῆς ἀγωνία ἐπιτυχὴς καὶ τελεσιουργὸς καὶ νικηφόρος·

ἔστιν δὲ τοῦτο οὐκ ἄλλο τι, ἢ οἷπερ εἵνεκα ταυτὶ τὰ θέατρα οἱ φιλοσοφοῦντες ἀθροίζουσιν.

Πάλιν αὖ μοι δεῖ τῆς τῶν ἀθλητῶν εἰκόνος.