Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Τελεσθείσης δὲ τῆς ἐρωτικῆς παιδαγωγίας ὁ μὲν Δάφνις ἔτι ποιμενικὴν γνώμην ἔχων ὥρμητο τρέχειν ἐπὶ τὴν Χλόην καὶ ὅσα ἐπεπαίδευτο δρᾶν αὐτίκα, καθάπερ δεδοικὼς μὴ βραδύνας ἐπιλάθοιτο· ἡ δὲ Λυκαίνιον κατασχοῦσα αὐτὸν ἔλεξεν ὧδε “ἔτι καὶ ταῦτά σε δεῖ μαθεῖν, Δάφνι.

Ἐγὼ γυνὴ τυγχάνουσα πέπονθα νῦν οὐδέν· πάλαι γάρ με ταῦτα ἀνὴρ ἄλλος ἐπαίδευσε, μισθὸν τὴν παρθενίαν λαβών· Χλόη δὲ συμπαλαίουσά σοι ταύτην τὴν πάλην καὶ οἰμώξεται καὶ κλαύσεται καὶ αἵματι ῥεύσεται πολλῷ καθάπερ πεφονευμένη.

Ἀλλὰ σὺ τὸ αἷμα μὴ φοβηθῇς, ἀλλ’ ἡνίκα ἂν πείσῃς αὐτήν σοι παρασχεῖν, ἄγαγε αὐτὴν εἰς τοῦτο τὸ χωρίον, ἵνα, κἂν βοήσῃ, μηδεὶς ἀκούσῃ, κἂν δακρύσῃ, μηδεὶς ἴδῃ, κἂν αἱμαχθῇ, λούσηται τῇ πηγῇ· καὶ μέμνησο ὅτι σε ἄνδρα ἐγὼ πρὸ Χλόης πεποίηκα.”