Daphnis and Chloe
Longus
Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
Ἡ μὲν οὖν Λυκαίνιον τοσαῦτα ὑποθεμένη κατ’ ἄλλο μέρος τῆς ὕλης ἀπῆλθεν, ὡς ἔτι ζητοῦσα τὸν χῆνα· ὁ δὲ Δάφνις εἰς λογισμὸν ἄγων τὰ εἰρημένα, τῆς μὲν πρότερον ὁρμῆς ἀπήλλακτο, διοχλεῖν δὲ τῇ Χλόῃ περιττότερον ὤκνει φιλήματος καὶ περιβολῆς, μήτε βοῆσαι θέλων αὐτὴν ὡς πρὸς πολέμιον, μήτε δακρῦσαι ὡς ἀλγοῦσαν, μήτε αἱμαχθῆναι καθάπερ πεφονευμένην·
p.295
ἀρτιμαθὴς γὰρ ὢν ἐδεδοίκει τὸ αἷμα καὶ ἐνόμιζεν ὅτι ἄρα ἐκ μόνου τραύματος αἷμα γίνεται. Γνοὺς δὲ τὰ συνήθη τέρπεσθαι μετ’ αὐτῆς ἐξέβη τῆς ὕλης· καὶ ἐλθὼν ἵνα ἐκάθητο στεφανίσκον ἴων πλέκουσα, τόν τε χῆνα τῶν τοῦ ἀετοῦ ὀνύχων ἐψεύσατο ἐξαρπάσαι καὶ περιφὺς ἐφίλησεν, οἷον ἐν τῇ τέρψει Λυκαίνιον· τοῦτο γὰρ ἐξῆν ὡς ἀκίνδυνον· ἡ δὲ τὸν στέφανον ἐφήρμοσεν αὐτοῦ τῇ κεφαλῇ καὶ τὴν κόμην ἐφίλησεν ὡς τῶν ἴων κρείττονα. Κἀκ τῆς πήρας προκομίσασα παλάθης μοῖραν καὶ ἄρτους τινὰς ἔδωκε φαγεῖν· καὶ ἐσθίοντος ἀπὸ τοῦ στόματος ἥρπαζε καὶ οὕτως ἤσθιεν ὥσπερ νεοττὸς ὄρνιθος.