Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

καὶ ὥσπερ τι μέγα καὶ θεόπεμπτον ἀληθῶς μέλλων διδάσκεσθαι καὶ ἔριφον αὐτῇ σηκίτην δώσειν ἐπηγγείλατο καὶ τυροὺς ἁπαλοὺς πρωτορρύτου γάλακτος καὶ τὴν αἶγα αὐτήν.

Εὑροῦσα δὴ ἡ Λυκαίνιον αἰπολικὴν ἀφθονίαν, οἵαν οὐ προσεδόκησεν, ἤρχετο παιδεύειν τὸν Δάφνιν τοῦτον τὸν τρόπον. Ἐκέλευσεν

p.294
αὐτὸν καθίσαι πλησίον αὐτῆς, ὡς εἶχε, καὶ φιλήματα φιλεῖν οἷα εἰώθει καὶ ὅσα, καὶ φιλοῦντα ἅμα περιβάλλειν καὶ κατακλίνεσθαι χαμαί.

Ὡς δὲ ἐκαθέσθη καὶ ἐφίλησε καὶ κατεκλίνη, μαθοῦσα ἐνεργεῖν δυνάμενον καὶ σφριγῶντα, ἀπὸ μὲν τῆς ἐπὶ πλευρὰν κατακλίσεως ἀνίστησιν, αὑτὴν δὲ ὑποστορέσασα ἐντέχνως ἐς τὴν τέως ζητουμένην ὁδὸν ἦγε. Τὸ δὲ ἐντεῦθεν οὐδὲν περιειργάζετο ξένον· αὐτὴ γὰρ ἡ φύσις λοιπὸν ἐπαίδευσε τὸ πρακτέον.