Liber geeponicus [Sp.]

Hero of Alexandria

Hero of Alexandria, Liber geeponicus [Sp.], Hultsch, Weidmann, 1864

Ἐνναγώνου τὸ ἐμβαδὸν εὑρεῖν· τὴν πλευρὰν ἐφʼ ἑαυτήν· ταῦτα ἐπὶ τὰ με΄· ὧν β” ἔσται τὸ ἐμβαδόν.

Ἄλλως δὲ πάλιν. τὴν πλευρὰν ἐφʼ ἑαυτήν· ταῦτα ἐπὶ τὰ λη΄· ὧν τὸ Ϛ″ ἔσται τὸ ἐμβαδόν. αὕτη ἡ ἀκριβεστέρα ἐστίν.

Ἑνδεκαγώνου τὸ ἐμβαδὸν εὑρεῖν· τὴν πλευρὰν ἐφʼ ἑαυτήν· ταῦτα ἐπὶ τὰ ξϚ΄· ὧν ζ″ ἔσται τὸ ἐμβαδόν.

Δωδεκαγώνου τὸ ἐμβαδὸν εὑρεῖν· τὴν πλευρὰν ἐφʼ ἑαυτήν· ταῦτα ἐπὶ τὰ με΄· ὧν δ″ ἔσται τὸ ἐμβαδόν.

Κύκλου ἀπὸ τῆς διαμέτρου τὸ ἐμβαδὸν εὑρεῖν· ποίει τὴν διάμετρον ἐφʼ ἑαυτήν· ταῦτα ἐπὶ τὰ ια΄· ὧν ιδ″ ἔσται τὸ ἐμβαδόν.