Liber geeponicus [Sp.]
Hero of Alexandria
Hero of Alexandria, Liber geeponicus [Sp.], Hultsch, Weidmann, 1864
Τετραγώνου ἑτερομήκους τὸ ἐμβαδὸν εὑρεῖν· τὴν πλευρὰν ἐπὶ τὴν πλευράν· ἔσται τὸ ἐμβαδόν. ἐὰν δὲ τὴν διαγώνιον τοῦ αὐτοῦ ἑτερομήκους, ἑκάστην πλευρὰν ἐφʼ ἑαυτήν· μίξαι· ὧν πλευρὰ τετράγωνος ἔσται ἡ διαγώνιος.
Πενταγώνου τὸ ἐμβαδὸν εὑρεῖν· τὴν πλευρὰν ἐφʼ ἑαυτήν· ταῦτα ἐπὶ τὰ ε΄· ὧν τρίτον ἔσται τὸ ἐμβαδόν.
Ἑξαγώνου τὸ ἐμβαδὸν εὑρεῖν· τὴν πλευρὰν ἐφʼ ἑαυτήν· ταῦτα ἐπὶ τὰ Ϛ΄· ὧν γ″ καὶ ι″ ἔσται τὸ ἐμβαδόν.
Ἑπταγώνου τὸ ἐμβαδὸν εὑρεῖν· τὴν πλειρὰν ἐφʼ ἑαυτήν· ταῦτα ἐπὶ τὰ μγ΄· ὧν ιβ″ ἔσται τὸ ἐμβαδόν.
Ὀκταγώνου εὑρεῖν τὸ ἐμβαδόν· τὴν πλευρὰν ἐφʼ ἑαυτήν· ταῦτα ἐπὶ τὰ κθ΄· ὧν τὸ Ϛ″ ἔσται τὸ ἐμβαδόν.