Liber geeponicus [Sp.]
Hero of Alexandria
Hero of Alexandria, Liber geeponicus [Sp.], Hultsch, Weidmann, 1864
Τοῦ δὲ ποδός ἐστιν εἴδη γ΄· εὐθυμετρικός, ἐπίπεδος, στερεός. εὐθυμετρικὸς μέν ἐστιν ὁ ἔχων μῆκος καὶ πλάτος· τούτῳ δὲ τὸ μῆκος καταμετρεῖται. ἐπίπεδός ἐστιν ὁ ἔχων μῆκος ποδὸς α΄, πλάτος ποδὸς α΄· τούτῳ μὲν τὰ ἐπίπεδα σχήματα καταμετρεῖται. ὁ δὲ στερεὸς ποὺς ἔχει μῆκος ποδὸς α΄, πλάτος ποδὸς α΄, βάθος ποδὸς α΄· τούτῳ δὲ τὰ στερεὰ σχήματα καταμετρεῖται· χωρεῖ δὲ ὁ στερεὸς ποὺς κεράμιον α΄, μοδίους γ΄· ἕκαστος μόδιος ἀπὸ ξεστῶν Ἰταλικῶν ἀριθμῷ ιϚ΄.
Τριγώνου ἰσοπλεύρου τὸ ἐμβαδὸν εὑρεῖν· τὴν πλευρὰν ἐφʼ ἑαυτήν· ταῦτα ἐπὶ τὰ ιγ΄· ὧν λ″ ἔσται τὸ ἐμβαδόν.
Ἄλλως δὲ πάλιν. τὴν πλευρὰν ἐφʼ ἑαυτήν, καὶ τῆς βάσεως τὸ ἥμισυ ἐφʼ ἑαυτό· ὕφελε ἀπὸ τῶν συναχθέντων, καὶ τῶν καταλειφθέντων ποίει πλευρὰν τετραγωνικήν· ἔσται ἡ κάθετος.
Ἐὰν δὲ ζητήσωμεν ἄλλου τριγώνου τὸ ἐμβαδὸν οἱουδηποτοῦν, [*](13. πλέθρα Ϛ΄] πο Ϛ cum suprascr. χ G 18. καὶ πλάτος] ποδὸς α΄ conieci in Metrol. scr. rel. p. 198 19. τούτῳ] τούτου G 20. τούτῳ] ταῦτα G 22. βάθος ποδὸς α΄ om. G τούτῳ] τούτου G 26. Τριγώνιον G 27. 30. ἔστω G 29. ὕφειλον G)
Τετραγώνου ἰσοπλεύρου τὸ ἐμβαδὸν εὑρεῖν· τὴν πλευρὰν ἐφʼ ἑαυτήν, καὶ ἕξεις τὸ ἐμβαδόν. ἐὰν δὲ τὴν διαγώνιον τοῦ αὐτοῦ τετραγώνου, δὶς τὸ ἐμβαδόν· ὧν πλευρὰ τετραγωνική.