Liber geeponicus [Sp.]

Hero of Alexandria

Hero of Alexandria, Liber geeponicus [Sp.], Hultsch, Weidmann, 1864

Ἐὰν δὲ θέλῃς τὴν διάμετρον εὑρεῖν ἀπὸ τῆς πλευρᾶς τοῦ αὐτοῦ ἑπταγώνου, ποίει τὸ ἀνάπαλιν οὕτως· πάντοτε τὴν πλευρὰν ἑπτάκις, ἐπειδὴ ἑπτάγωνός ἐστι· γίνονται πόδες ξ΄· ἄρτι μέριζε καθολικῶς· ὧν γ″ γίνονται κ΄· τοσούτων ποδῶν ἔσται ἡ διάμετρος τοῦ ἑπταγώνου.

Ἔστω ὀκτάγωνος καὶ ἐχέτω τὴν διάμετρον ποδῶν κ΄· εὑρεῖν αὐτοῦ τὴν πλευράν· ποιῶ οὕτως· πάντοτε τὴν διάμετρον πεντάκις· γίνονται πόδες ρ΄· ἄρτι μερίζω· ὧν ιβ″ γίνονται πόδες η΄ Ϲ.

Ἐὰν θέλῃς τὴν διάμετρον εὑρεῖν ἀπὸ τῆς πλευρᾶς, ποίει τὸ ἀνάπαλιν· πάντοτε τὴν πλευρὰν δωδεκάκις· γίνονται πόδες ρ΄· καὶ μερίζω καθολικῶς, ὡς προεῖπον: ὧν ε″ γίνονται πόδες κ΄. ἔσται ἡ διάμετρος τοῦ ὀκταγώνου ποδῶν κ΄.

Ἔστω ἐννάγωνος καὶ ἐχέτω τὴν διάμετρον ποδῶν κ΄· εὑρεῖν αὐτοῦ τὴν πλευράν· ποίει οὕτως· πάντοτε τὴν διάμετρον τριπλασιάζω· γίνονται πόδες ξ΄· ἄρτι μερίζω· ὧν θ″ γίνονται πόδες Ϛ΄ β″· τοσούτων ποδῶν ἔσται ἡ πλευρὰ τοῦ ἐνναγώνου.

Ἐὰν θέλῃς τὴν διάμετρον εὑρεῖν ἀπὸ τῆς πλευρᾶς τοῦ αὐτοῦ ἐνναγώνου, ποίει τὸ ἀνάπαλιν· τὴν πλευρὰν ἐννάκις· γίνονται πόδες ξ΄· ἄρτι μερίζω καθολικῶς· ὧν γ″ γίνονται κ΄· τοσούτων ποδῶν ἔσται ἡ διάμετρος τοῦ ἐνναγώνου.