Liber geeponicus [Sp.]
Hero of Alexandria
Hero of Alexandria, Liber geeponicus [Sp.], Hultsch, Weidmann, 1864
Ἔστω δεκάγωνος καὶ ἐχέτω τὴν διάμετρον ποδῶν κ΄· εὑρεῖν αὐτοῦ τὴν πλευρὰν οὕτως· πάντοτε τὴν διάμετρον τριπλασιάζεις· γίνονται πόδες ξ΄· ἄρτι μερίζω· ὧν ι″ γίνονται πόδες Ϛ΄· τοσούτων ποδῶν ἔσται ἡ πλευρὰ τοῦ δεκαγώνου.
Ἐὰν δὲ θέλῃς τὴν διάμετρον εὑρεῖν ἀπὸ τῆς πλευρᾶς τοῦ αὐτοῦ δεκαγώνου, ποίει οὕτως τὸ ἀνάπαλιν· τὴν πλευρὰν δεκάκις· γίνονται πόδες ξ΄· ἄρτι μερίζω καθολικῶς τὸ γ”· [*](1. πολύγωνον] lege πολυγώνου ὀνομασίαν coll cap. 162 2. 8. 16. 20. 25. 29. ἔστω G 6. ἑπτάκις] ζ G 7. γ”] Γ cum suprascr. -ον G 9. ὁ aute ὀκτάγωνος add. G 11. πεντάκις] ἓ G 14. δωδεκάκις] ιβ G) [*](23. ἐννάκις] Θ G 32. τὸ γ”] C Γ G)
Ἔστω ἑνδεκάγωνος καὶ ἐχέτω τὴν διάμετρον ποδῶν κβ΄· εὑρεῖν αὐτοῦ τὴν πλευράν· ποιῶ οὕτως· καθολικῶς τὴν διάμετρον τριπλασιάζω· γίνονται πόδες ξϚ΄· ἄρτι μερίζω· ὧν ια″ γίνονται Ϛ΄· ἔσται ἡ πλευρὰ ποδῶν Ϛ΄.
Ἐὰν δὲ θέλῃς τὴν διάμετρον εὑρεῖν τοῦ αὐτοῦ ἑνδεκαγώνου ἀπὸ τῆς πλευρᾶς, ποίει τὸ ἀνάπαλιν οὕτως· τὴν πλευράν ἑνδεκάκις· γίνονται πόδες ξϚ΄· καὶ μέριζε καθολικῶς· ὧν γ″ γίνονται πόδες κβ΄· ἔσται ἡ διάμετρος ποδῶν κβ΄·
Ἔστω δωδεκάγωνος καὶ ἐχέτω τὴν διάμετρον ποδῶν κ΄· εὑρεῖν αὐτοῦ τὴν πλευράν· ποιῶ οὕτως· πάντοτε τὴν διάμετρον τρισσάκις· γίνονται πόδες ξ΄· ἄρτι καθολικῶς μερίζω· ὧν ιβ″ γίνονται πόδες ε΄· ἔσται ἡ πλευρὰ ποδῶν ε΄.