De mensuris

Hero of Alexandria

Hero of Alexandria, De mensuris, Heiberg, Teubner, 1914

Μιλιαρίσιον δὲ τὸ ἀργυροῦν, ὅ ἐστι ᾱ στρατιωτικὸν δόμα· μιλιτία γὰρ ἡ στρατεία.

Ὁ φόλλις ρκε ἀργύρια πληροῖ· καλεῖται δὲ παρὰ Ῥωμαίοις θύλακος.

Μαρὴς μέτρον ἐστὶ Ποντικὸν β ὑδριῶν, ἡ δὲ ὑδρία παῤ αὐτοῖς ῑ ξεστῶν ἐστιν, ὡς εἶναι τὸν κύπρον κ ξεστῶν Ἀλεξανδρινῶν.

[*](2 ἢ] Hultsch, ε P. 3 Post λιτρῶν add. καὶ οὐγγίας μιᾶς Hultsch. 16 δραχμή] IO, δραγμή L. 21 νουμμοὶ] l, νν΄ L,)
214
[*](P)

Ὁ κύπρος μέτρον ἐστὶ μοδίων β, λέγεται δὲ εἶναι παρὰ τοῖς Ποντικοῖς χοινίκων ε· ἡ δὲ χοῖνίξ ἐστι ξεστῶν β, ὡς εἶναι τὸν κύπρον κ· ὁ γὰρ μέγας παῤ αὐτοῖς μόδιος ξεστῶν ἐστι κδ.

Λίτρα παρὰ Ῥωμαίοις ἑρμηνεύεται λίβρα, ἥτις ἐτυμολογεῖται παῤ αὐτοῖς ἰσότης ἤτουν ἰσοκανονία· ἔχει δὲ ὀγκίας ῑβ. παρήχθη δὲ τὸ τῆς Γο ὄνομα ἐξ Ἑλληνίδος ἀπὸ τοῦ ὄγκου.