De mensuris

Hero of Alexandria

Hero of Alexandria, De mensuris, Heiberg, Teubner, 1914

Ὀβολός. τοῦτο ὄγδοόν ἐστι τῆς Γο ἀπὸ σιδήρου πεποιημένον. βέλος δὲ τοῦτο ἦν· πρὸ γὰρ τῆς Χριστοῦ παρουσίας διὰ τὸ ἐν πολέμοις συγκεῖσθαι τὴν ζωὴν αὐτῶν χρείαν εἶχον πρὸς τοὺς ὑπεναντίους καὶ διὰ τῶν τοιούτων τὰς διοικήσεις ἐποιοῦντο ἑκάστου διδόντος ε βέλη ἢ ῑ καὶ ἄρτον ἀγοράζοντος τι ἄλλο. ἔστι δὲ τοῦτο κατὰ μὲν τὴν ὁλκὴν η΄ τῆς Γο. ἦν δὲ καὶ ἕτερος ὀβολὸς ἐξ ἀργύρου τυπτόμενον νόμισμα, ὃ ἦν λεπτότατον, ὀγδοηκοστὸν δὲ τῆς Γο· τὸ δὲ δίδραγμον κ ὀβολοί, ὅ ἐστι δ΄ τῆς Γο.

Ὁ δὲ χαλκὸς ἀργύριόν ἐστι τετυπωμένον, ὅθεν παρὰ Ἀλεξανδρεῦσι τὰ ἀργύρια χαλκινὰ καλεῖται.

Ἔστι δὲ η΄ τῆς Γο ἡ δραχμή.

Μνᾶ ἀντὶ τοῦ μανή· τῇ γὰρ Ἑβραίδι μανὴ ὁ ἄργυρος καλεῖται. ἡ μὲν Ἰταλικὴ μ στατήρων ἐστί, τουτέστιν Γο κ, Α ᾱ καὶ διμοίρου, ἡ δὲ Θηβαικὴ στατήρων ξ, τουτέστι λιτρῶν β U+2220΄.

Πολλοὶ δὲ τύποι ἀργυρίων τὸ πάλαι, οὓς νουμμοὶ ἐκάλουν ἀπὸ Νούμμα, ἐξ οὗ καὶ τὸ νόμισμα.