De mensuris

Hero of Alexandria

Hero of Alexandria, De mensuris, Heiberg, Teubner, 1914

Ἡ δὲ λίτρα ἐστὶ σπη γραμμάτων, ἕκαστον δὲ γράμμα κερατίων ἐστὶν ϛ· ταῦτα δέ ἐστιν ὀστᾶ ἀπὸ κερατείας καρπῶν, ὁ δὲ ὀστῶν οὗτος, ἂν ᾖ τέλειος, ὁλκὴν ποιεῖ κριθῶν εὐκάρπων β, ὡς εἶναι τὴν μὲν λίτραν κριθῆς κόκκων γυνϛ, κερατίων αψκη, γραμμάτων σπη, οὐγκιῶν ῑβ· ἡ δὲ οὐγκία ἐστὶ γραμμάτων κδ.

Ἄλλως δὲ πάλιν μερίζεται ἡ οὐγκία παρὰ Ἑβραίοις εἰς στατῆρας β, ὁ δὲ στατὴρ ἔχει σίκλους β, τὸ δὲ σίκλον ἔχει λεπτὰ δύο, τὸ δὲ λεπτὸν ὁλκὴ ᾱ ἐστί, η΄ τῆς Γο.

Παρά τισι δὲ καὶ ὀβολὸς νόμισμα ἀπὸ τοῦ παρὰ τῶν βασιλέων ἐν τούτῳ νομίσαι τὸν κόσμον διοικεῖσθαι. ἀργύριον καλοῦμεν διὰ τὸ ἐξ ἀργύρου τετύφθαι. μέγα δέ ἐστιν, ὃς ἐκλήθη ἀργυροῦς, δηναρίων ρ, ἕκαστον δὲ δηνάριον ἀσσαρίων ἐστὶν ξ.

Ὁ δὲ ἄργυρος μανὴ παῤ Ἑβραίοις λέγεται.

Ξέστης ἐξ Ἑλληνίδος ἀπὸ τοῦ ξέεσθαι τὰ μεγάλα μέτρα εἰς λεπτότητα.

[*](3 γὰρ] fort. δὲ. 4 μόδιος] Hultsch, μοδιων P. 5 ἐτυμολογεῖται] I, ἐτοιμολογεῖται P. 6 ἤτουν] P, ἤγουν l. 7 ὀγκίας] L, ὀγγίας O, οὐγκίας l. 11 καρπῶν] P, καρποῦ I.)