Stereometrica
Hero of Alexandria
Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914
Κόγχης ἡ διάμετρος ποδῶν κ, τὸ δὲ κέντρον ποδῶν ϛ U+2220΄· εὑρεῖν, ἀπὸ ποίου κύκλου τὸ τμῆμα ἢ ἀπὸ ποίας διαμέτρου. ποίει πάντοτε τῆς βάσεως μέρος U+2220΄ ἐφʼ ἑαυτό· γίνονται ρ. ταῦτα μέρισον παρὰ τὸν ϛ U+2220΄ τοῦ κέντρου· γίνονται ῑε γ΄. νῦν πρόσθες καὶ τὸ κέντρον πόδας ϛ U+2220΄· καὶ γίνεται κᾱ U+2220΄ γ΄ ἡ διάμετρος.
[*](2 ποδῶν] πο S. 3 ἑνδεκάκις] ια S. 9 μζ] μδ S. 15 ποδὸς ᾱ] π ᾱ S; scrib. ποδῶν δ. 16 σύνθες] deleo. 20 ἑνδεκάκις] ια S. 22 ἡ] ἧς ἡ S. 25 ἑαυτό] ἑαυτά S. 27 πόδας] π S.)Τεταρτημορίου κόγχης ἡ διάμετρος ποδῶν ῑβ, τὸ δὲ κέντρον ποδῶν γ, ἡ δὲ κάθετος ποδῶν δ· εὑρεῖν τὸ στερεὸν τῆς ὑφαιρέσεως. ποίει οὕτως· τῆς βάσεως τὸ U+2220΄ ἐφʼ ἑαυτό· γίνονται λϛ. ἀλλὰ καὶ τὴν κάθετον ἐφʼ ἑαυτήν· γίνονται ῑϛ. ταῦτα σύνθες· γίνονται νβ. τούτοις πρόσθες τὸ U+2220΄· γίνονται οη. ἔτι τούτοις πρόσβαλε τοῦ κέντρου τὰ γ ἐφʼ ἑαυτά· γίνονται θ· ὁμοῦ πόδες πζ. ταῦτα ἀεὶ τρισσάκις· γίνονται σξᾱ· ὧν τὸ U+2220΄ ρλ U+2220΄. ταῦτα ἑνδεκάκις· γίνονται ,αυλε U+2220΄· ὧν κα΄ γίνονται ξη γ΄. τοσούτου τὸ στερεὸν τῆς ὑφαιρέσεως.