Stereometrica
Hero of Alexandria
Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914
Τεταρτημορίου κόγχης ἡ διάμετρος ποδῶν ῑ, κέντρον ποδῶν ζ, κάθετος ποδῶν ϛ· εὑρεῖν τὸ στερεὸν τῆς ὑφαιρέσεως. ποιῶ τῆς διαμέτρου τὸ U+2220΄ ἐφʼ ἑαυτό· γίνονται κε· καὶ τὰ ϛ τῆς καθέτου ἐφʼ ἑαυτά· γίνονται λϛ· ὁμοῦ γίνονται ξᾱ. τούτοις πρόσθες τὸ U+2220΄. γίνονται ᾱ U+2220΄. καὶ τὰ ζ ἐφʼ ἑαυτά· γίνονται μθ· ὁμοῦ πρόσθες· γίνονται ρμ U+2220΄. ταῦτα ἀεὶ ἐπὶ τὰ γ· γίνονται ῡκᾱ U+2220΄· ὧν τὸ U+2220΄· γίνονται σῑ U+2220΄ δ΄. ταῦτα ἑνδεκάκις· γίνονται βτιη δ΄· ὧν τὸ κα΄· γίνονται ρῑ δ΄ η΄. τοσούτου τὸ στερεόν.
Τεταρτημορίου κόγχης ἡ διάμετρος ποδῶν ῑβ, τὸ δὲ κέντρον ποδῶν γ, ἡ δὲ κάθετος ποδῶν δ εὑρεῖν τὴν ἐπιφάνειαν. ποίει οὕτως· τὸ U+2220΄ τῆς βάσεως ἐφʼ ἑαυτό· γίνονται λϛ· καὶ τὰ δ προσλάμβανε ἐφʼ ἑαυτὰ τῆς καθέτου· γίνονται ῑϛ· ὁμοῦ νβ· ὧν τὸ U+2220΄· γίνονται κϛ. καὶ τὰ γ τοῦ κέντρου ἐφʼ ἑαυτά· γίνονται θ. σύνθες ὁμοῦ· γίνονται λε. ταῦτα ἐπὶ τὰ γ· γίνονται ρε. ταῦτα ἑνδεκάκις· γίνονται ,αρνε· ὧν τὸ κα΄· γίνονται νε. τοσούτου ἡ ἐπιφάνεια.