Stereometrica
Hero of Alexandria
Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914
Ἄλλως δὲ πάλιν· σύνθες τὸ ἔμφωτον καὶ ἓν πάχος· γίνονται ε. ταῦτα ἐπὶ τὰ κβ· γίνονται ρῑ. ταῦτα ἐπὶ τὸ ὕψος, ἐπὶ τὸ ᾱ· γίνονται ρῑ· ὧν ζ΄ γίνονται ῑε U+2220΄ ζ΄ ιδ΄. ταῦτα ἐπὶ τὸ πλάτος, ἐπὶ τὰ γ· γίνονται μζ ζ΄.
Ἀστερίσκον διπλοείλητον μετρῆσαι, οὗ ἡ διάμετρος ποδὸς ᾱ καὶ τὸ πλάτος ποδῶν γ καὶ τὸ ὕψος ποδῶν β· εὑρεῖν αὐτοῦ τὸ στερεόν. ποίει οὕτως· σύνθες τὴν διάμετρον ἐπὶ τὰ β· γίνονται η. ταῦτα ἐφʼ ἑαυτά· γίνονται ξδ. ἆρον τὸ ἔμφωτον ἐφʼ ἑαυτό· γίνονται ῑϛ· λοιπὸν γίνονται μη. ταῦτα ἐπὶ τὸ πλάτος, ἐπὶ τὰ γ· γίνονται ρμδ. ταῦτα ἑνδεκάκις· γίνονται ,αφπδ· ὧν τὸ ιδ΄· γίνονται ρῑγ ζ΄.