Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Κόγχην ἤγουν τεταρτημόριον μετρήσομεν κατὰ τὴν μέθοδον τοῦ ἡμισφαιρίου τὰ συναγόμενα μερίζοντες παρὰ τὸν πδ. οἷον ἔστω ἡ διάμετρος τῆς κόγχης σὺν τοῖς β πάχεσι τῶν τοίχων ποδῶν ῑδ. τούτους ἐφʼ ἑαυτούς· γίνονται ρ𝒢ϛ. ταῦτα πάλιν ἐπὶ τὰ ῑδ τῆς αὐτῆς διαμέτρου· γίνονται βψμδ. ταῦτα ἑνδεκάκις· γίνονται γ ρπδ. τούτων τὸ πδ΄· γίνονται πόδες τνθ γ΄. τοσούτων ἔστω τὸ στερεὸν τῆς κόγχης ὁλόμαζον.

Σκήνωσιν μετρῆσαι ἀέρος τῆς αὐτῆς κόγχης ἤγουν τεταρτημορίου καὶ εὑρεῖν τὴν στερεομετρίαν τῆς οἰκοδομῆς. μέτρησον κατὰ τὴν αὐτὴν μέθοδον τοῦ ὁλομάζου τῆς κόγχης χωρὶς τοῦ πάχους τῶν τοίχων. οἷον τοὺς [*](6 ἑνδεκάκις] ια S. 7 μβ΄] μβ S. 8 σκήνωμα] κήνωμα S. 10 χώρησιν] χρίσῖ S, supra scr. ω et η, sed del. 11 τοῦ] om. S. περίμετρ S. 21 ἑνδεκάκις] ια S. 22 γ ρπδ] ρπδ S. 24 σκήνωσιν] σ- postea add. S.)

62
[*](S) ῑ πόδας τῆς διαμέτρου τοῦ ἐμφώτου ἐφʼ ἑαυτούς· γίνονται ρ. τὰ ρ πάλιν ἐπὶ τοὺς ῑ· γίνονται ,ᾱ. τὰ ,ᾱ ἑνδεκάκις· γίνονται α ,ᾱ. τούτων τὸ πδ΄· γίνονται πόδες ρλ U+2220΄ γ΄ ιβ΄ κη΄. τοσούτων ποδῶν ἔστω ὁ ἀὴρ τῆς κόγχης· οὓς ἄφελε ἀπὸ τῶν προγεγραμμένων τνθ γ΄ ποδῶν τοῦ ὁλομάζου· καὶ οἱ λοιποὶ πόδες σκη δ΄ η΄ τῆς οἰκοδομῆς.