Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Χώρησιν μετρῆσαι ἤγουν ἐμβαδὸν τῆς αὐτῆς κόγχης. τοὺς ῑ πόδας τῆς διαμέτρου ἐφʼ ἑαυτούς· γίνονται ρ. τούτους ἑνδεκάκις· γίνονται ,ᾱρ. τούτους παρὰ τὸν ῑδ· γίνονται πόδες οη U+2220΄ ιδ΄. τοσούτων ἔστω ποδῶν ἡ χώρησις ἤγουν τὸ ἐμβαδὸν τῆς κόγχης.

Εἰ θέλεις εὑρεῖν καὶ διὰ τῆς περιμέτρου τὴν ἐπιφάνειαν τῆς κόγχης, ποιήσεις οὕτως· ἔστω ἡ διάμετρος ποδῶν ζ, ἡ δὲ περίμετρος ποδῶν ῑᾱ. τὴν διάμετρον τῶν ζ ἐπὶ τὴν περίμετρον τῶν ῑᾱ· γίνονται οζ. τούτων τὸ U+2220΄· γίνονται πόδες λη U+2220΄. τοσούτων ἔστω ποδῶν ἡ ἐπιφάνεια τῆς κόγχης.