Gnomologium Epicteteum (e Stobaei libris 3‑4)

Epictetus

Epictetus. Epicteti Dissertationes ab Arriano Digestae. Schenkl, Heinrich, editor. Leipzig:Teubner, 1916.

25. (35). Ἐρίζειν καὶ φιλονεικεῖν πάντῃ μὲν ἀνοίκειον, μάλιστα δὲ ἐν ταῖς παρὰ πότον ὁμιλίαις ἀπρεπές. οὔτε γὰρ ἂν μεθύων νήφοντα διδάξειέ τις οὔτʼ αὖ μεθύων πρὸς νήφοντος πεισθείη. ἔνθα δʼ ἂν μὴ παρῇ πειθοῦς τέλος, εἰκῇ σε παρέχεις διατείνεσθαι.

26. (36). Οἱ τέττιγες μουσικοί, οἱ δὲ κοχλίαι ἄφωνοι· χαίρουσι δὲ οἱ μὲν ὑγραινόμενοι, οἱ δὲ ἀλεαινόμενοι· ἔπειτα προκαλεῖται τοὺς μὲν ἡ δρόσος καὶ ἐπὶ ταύτῃ ἐκδύνουσι, τοὺς δʼ αὖ διεγείρει ἀκμάζων ὁ ἥλιος καὶ ἐπʼ αὐτῷ ᾄδουσι. τοιγαροῦν εἰ βούλει μουσικὸς καὶ εὐάρμοστος ὑπάρχειν ἀνήρ, ἡνίκʼ ἂν ἐν τοῖς πότοις ὑπὸ τοῦ οἴνου δροσισθῇ ἡ ψυχή, τότε αὐτὴν μὴ ἔα προιοῦσαν μολύνεσθαι· ἀλλʼ ἡνίκʼ ἂν ἐν τοῖς συνεδρίοις ὑπὸ τοῦ λόγου διαπυρωθῇ, τότε θεσπίζειν καὶ ᾄδειν τὰ τῆς δικαιοσύνης κέλευε λόγια.

27. (37). Τὸν προσομιλοῦντα τριχῇ διασκοποῦ, ἢ ὡς ἀμείνονα ἢ ὡς ἥττονα ἢ ὡς ἴσον· καὶ εἰ μὲν ἀμείνονα, ἀκούειν χρὴ

καὶ πείθεσθαι αὐτῷ· εἰ δὲ ἥττονα, πείθειν· εἰ δὲ ἴσον, συμφωνεῖν· καὶ οὔποτε ἁλώσῃ φιλονεικίας.

28. (38). Ἄμεινον τῇ ἀληθεία συγχωρήσαντα τὴν δόξαν νικᾶν ἢ τῇ δόξῃ συγχωρήσαντα πρὸς τῆς ἀληθείας ἡττᾶσθαι.