Gnomologium Epicteteum (e Stobaei libris 3‑4)

Epictetus

Epictetus. Epicteti Dissertationes ab Arriano Digestae. Schenkl, Heinrich, editor. Leipzig:Teubner, 1916.

21. (32). Μὴ συγκεράσας ἅμα ὀργὴν πολυτελείᾳ προσενέγκῃς. πολυτέλεια μὲν 〈ἐμ〉πηδήασα τῷ σώματι μετʼ οὐ πολὺ οἴχεται, ἡ δὲ ὀργὴ ἐνδῦσα τῇ ψυχῇ ἐπὶ τὸ μήκιστον μένει. σκόπει τοιγαροῦν, ὅπως μὴ ὑπʼ ὀργῆς ἐξαχθεὶς τοὺς δαιτυμόνας πολυτελῶς ὑβρίσῃς, ἀλλὰ μᾶλλον μεθʼ ἡμερότητος εὐτελῶς εὐφράνῃς.

22. (12). Αἰσχρὸν τοῖς τῶν μελιττῶν δωρήμασι γλυκάζοντα τὴν κατάποσιν τὸ τῶν θεῶν δῶρον πικράζειν τὸν λόγον τῇ κακίᾳ.

23. (33). Μελέτω σοι ἐν τοῖς σιτίοις, ὅπως σοι οἱ ὑπουργοῦντες μὴ πλείους τῶν ὑπουργουμένων ὑπάρχωσιν· ἄτοπον γὰρ ὀλίγαις στιβάσι πολλὰς δουλεύειν ψυχάς.

24. (34). Ἄριστον μέν, εἰ κἀν ταῖς παρασκευαῖς χειρουργῶν κἀν ταῖς τροφαῖς ἑστιώμενος κοινωνεῖς τοῖς θεραπεύουσι τῶν παρόντων. εἰ δὲ τὸ τοιόνδε δυσχερὲς τῷ καιρῷ ὑπάρχοι, μέμνησο, ὅτι μὴ κάμνων ὑπὸ καμνόντων ὑπουργῇ, ἐσθίων ὑπὸ μὴ

ἐσθιόντων, πίνων ὑπὸ μὴ πινόντων, [ἐσθίων] λαλῶν ὑπὸ σιωπώντων, ἀνειμένος ὑπὸ συνεσταλμένων· καὶ οὔτε αὐτὸς φλεγμήνας ἄτοπον πείσῃ οὐθʼ ἕτερον ἀγριάνας χαλεπὸν ἐργάσῃ.