Gnomologium Epicteteum (e Stobaei libris 3‑4)
Epictetus
Epictetus. Epicteti Dissertationes ab Arriano Digestae. Schenkl, Heinrich, editor. Leipzig:Teubner, 1916.
29. (39). Ζητῶν τὴν ἀλήθειαν οὐ ζητήσεις τὸ ἐκ παντὸς τρόπου νικᾶν καὶ εὑρὼν τὴν ἀλήθειαν ἕξεις τὸ μὴ νικᾶσθαι.
30. (40). Ἡ ἀλήθεια παρʼ αὑτῇ νικᾷ, ἡ δὲ δόξα παρὰ τοῖς ἔξω.
31. (8). Ἐλευθερία καὶ δουλεία, τὸ μὲν ἀρετῆς ὄνομα, τὸ δὲ κακίας, ἄμφω δὲ προαιρέσεως ἔργα. οἶς δὲ προαίρεσις οὐ κοινωνεῖ, τούτων ψαύει μὲν οὐδέτερον· τύχη δὲ δεσπόζειν εἴωθε σώματος καὶ ὅσα τῶν ἀμφὶ σῶμα προαιρέσεως ἀκοινώνητα. οὐδεὶς γὰρ δοῦλος τὴν προαίρεσιν ὑπάρχων ἐλεύθερος.
32. (9). Κακὸς δεσμὸς σώματος μὲν τύχη, ψυχῆς δὲ κακία. ὁ μὲν γὰρ τὸ σῶμα λελυμένος, τὴν δὲ ψυχὴν δεδεμένος δοῦλος· ὁ δʼ αὖ τὸ σῶμα δεδεμένος, τὴν δὲ ψυχὴν λελυμένος ἐλεύθερος.