Gnomologium Epicteteum (e Stobaei libris 3‑4)

Epictetus

Epictetus. Epicteti Dissertationes ab Arriano Digestae. Schenkl, Heinrich, editor. Leipzig:Teubner, 1916.

17. (28). Μέτρον ἔστω σοι παντὸς σίτου καὶ ποτοῦ ἡ πρώτη τῆς ὀρέξεως ἔμπλησις, ὄψον δὲ καὶ ἡδονὴ αὐτὴ ἡ ὄρεξις· καὶ οὔτε πλείονα τῶν δεόντων προσοίσῃ οὔτε ὀψοποιῶν δεηθήσῃ ποτῷ τε τῷ παραπεσόντι ἀρκεσθήσῃ.

18. (29). Τὰς σιτήσεις ποιοῦ μὴ πολυτελεῖς καὶ σκυθρωπάς, ἀλλὰ λαμπρὰς καὶ εὐτελεῖς, ἵνα μήτε διὰ τὰ σωματικὰ αἱ ψυχαὶ ταράττωνται μήτε φενακιζόμεναι πρὸς τῶν ἡδονῶν τῶν σωματικῶν ὀλιγωρῶσιν, ἔπειτα βλάπτωνται τρυφῶντα μὲν παραυτίκα, νοσοῦντα δὲ εἰσαῦθις τὰ σώματα.

19. (30). Φρόντιζε, ὅπως σε μὴ τὰ ἐν τῇ γαστρὶ σιτία ἐπαίρῃ, ἀλλʼ ἡ ἐν τῇ ψυχῇ εὐφρασία· ἐπεὶ τὰ μὲν ἀποσκυβαλίζεται καὶ συνεκρεῖ ὁ † ἔπαινος, ἡ δέ, κἂν ἡ ψυχὴ χωρισθῇ, διὰ παντὸς ἀκήρατος μένει.

20. (31). Ἐν ταῖς ἑστιάσεσι μέμνησο, ὅτι δύο ὑποδέχῃ, σῶμα

καὶ ψυχήν, καὶ ὅ τι ἂν τῷ σώματι δῷς, τοῦτο εὐθὺς ἐξέχεας, ὅ τι δʼ ἂν τῇ ψυχῇ, διὰ παντὸς τηρεῖς.