Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

πῶς οὖν ἔτι ἴσον γίνεται; σὺ πιστῷ παρακατέθου, σὺ αἰδήμονι, τὰς ἑαυτοῦ ἐνεργείας μόνας βλαβερὰς ἡγουμένῳ καὶ ὠφελίμους, τῶν δʼ ἐκτὸς οὐδέν·

ἐγὼ σοὶ θέλεις παρακαταθῶμαι, ἀνθρώπῳ τὴν ἑαυτοῦ προαίρεσιν ἠτιμακότι, θέλοντι δὲ κερματίου τυχεῖν ἢ ἀρχῆς τινος ἢ προαγωγῆς ἐν τῇ αὐλῇ, κἂν μέλλῃς τὰ τέκνα σου κατασφάζειν, ὡς ἡ Μήδεια;

ποῦ τοῦτο ἴσον ἐστίν; ἀλλὰ δεῖξόν μοι σαυτὸν πιστόν, αἰδήμονα, βέβαιον, δεῖξον, ὅτι δόγματα ἔχεις φιλικά, δεῖξόν σου τὸ ἀγγεῖον ὅτι οὐ τέτρηται καὶ ὄψει, πῶς οὐκ ἀναμένω ἵνα μοι σὺ πιστεύσῃς τὰ σαυτοῦ, ἀλλʼ αὐτὸς ἐλθὼν σὲ παρακαλῶ ἀκοῦσαι τῶν ἐμῶν.

τίς γὰρ οὐ θέλει χρήσασθαι ἀγγείῳ καλῷ, τίς ἀτιμάζει σύμβουλον εὔνουν καὶ πιστόν, τίς οὐκ ἄσμενος δέξηται τὸν ὥσπερ φορτίου μεταληψόμενον τῶν αὐτοῦ περιστάσεων καὶ αὐτῷ τούτῳ κουφιοῦντα αὐτὸν τῷ μεταλαβεῖν;