Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ναί· ἀλλʼ ἐγὼ σοὶ πιστεύω, σὺ ἐμοὶ οὐ πιστεύεις. — πρῶτον μὲν οὐδὲ σὺ ἐμοὶ πιστεύεις, ἀλλὰ φλύαρος εἶ καὶ διὰ τοῦτο οὐδὲν δύνασαι κατασχεῖν. ἐπεί τοι εἰ τοῦτό ἐστιν, ἐμοὶ μόνῳ αὐτὰ πίστευσον·

νῦν δʼ ὃν ἂν εὐσχολοῦντα ἴδῃς, παρακαθίσας αὐτῷ λέγεις ἀδελφέ, οὐδένα σου ἔχω εὐνούστοτερον οὐδὲ φίλτερον, παρακαλῶ σε ἀκοῦσαι τὰ ἐμά· καὶ τοῦτο πρὸς τοὺς οὐδέ τι ὀλίγον ἐγνωσμένους ποιεῖς.

εἰ δὲ καὶ πιστεύεις ἐμοί, δῆλον ὅτι ὡς πιστῷ καὶ αἰδήμονι, οὐχ ὅτι σοὶ τὰ ἐμαυτοῦ ἐξεῖπον.

ἄφες οὖν, ἵνα κἀγὼ ταὐτὰ ὑπολάβω. δεῖξόν μοι, ὅτι, ἄν τις τινὶ τὰ αὑτοῦ ἐξείπῃ, ἐκεῖνος πιστός ἐστι καὶ αἰδήμων. εἰ γὰρ τοῦτο ἦν, ἐγὼ περιερχόμενος πᾶσιν ἀνθρώποις τὰ ἐμαυτοῦ ἂν ἔλεγον, εἰ τούτου ἕνεκα ἔμελλον πιστὸς καὶ αἰδήμων ἔσεσθαι. τὸ δʼ ἐστὶν οὐ τοιοῦτον, ἀλλὰ δογμάτων δεῖ οὐχ ὧν ἔτυχεν.